33:1 τῷ φοβουμένῳ κύριον οὐκ ἀπαντήσει κακόν ἀλλ᾽ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται
33:2 ἀνὴρ σοφὸς οὐ μισήσει νόμον ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον
33:3 ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων
33:4 ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ σύνδησον παιδείαν καὶ ἀποκρίθητι
33:5 τροχὸς ἁμάξης σπλάγχνα μωροῦ καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ
33:6 ἵππος εἰς ὀχείαν ὡς φίλος μωκός ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει
33:7 διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ᾽ ἡλίου
33:8 ἐν γνώσει κυρίου διεχωρίσθησαν καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς
33:9 ἀπ᾽ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν
33:10 καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους καὶ ἐκ γῆς ἐκτίσθη Αδαμ
33:11 ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν
33:12 ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν ἀπ᾽ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν
33:13 ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ
33:14 ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός
33:15 καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου δύο δύο ἓν κατέναντι τοῦ ἑνός
33:16 κἀγὼ ἔσχατος ἠγρύπνησα ὡς καλαμώμενος ὀπίσω τρυγητῶν
33:17 ἐν εὐλογίᾳ κυρίου ἔφθασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν
33:18 κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα ἀλλὰ πᾶσιν τοῖς ζητοῦσιν παιδείαν
33:19 ἀκούσατέ μου μεγιστᾶνες λαοῦ καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε
33:20 υἱῷ καὶ γυναικί ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν
33:21 ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί μὴ ἀλλάξῃς σεαυτὸν ἐν πάσῃ σαρκί
33:22 κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου
33:23 ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου
33:24 ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν
33:25 χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ
33:26 ἔργασαι ἐν παιδί καὶ εὑρήσεις ἀνάπαυσιν ἄνες χεῖρας αὐτῷ καὶ ζητήσει ἐλευθερίαν
33:27 ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσιν καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι
33:28 ἔμβαλε αὐτὸν εἰς ἐργασίαν ἵνα μὴ ἀργῇ πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία
33:29 εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ κἂν μὴ πειθαρχῇ βάρυνον τὰς πέδας αὐτοῦ
33:30 καὶ μὴ περισσεύσῃς ἐπὶ πάσῃ σαρκὶ καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν
33:31 εἰ ἔστιν σοι οἰκέτης ἔστω ὡς σύ ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν
33:32 εἰ ἔστιν σοι οἰκέτης ἄγε αὐτὸν ὡς ἀδελφόν ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῷ
33:33 ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν
-
Greek LXX(Rahlps), Sirach, Chapter 01
-
Greek LXX(Rahlps), Sirach, Chapter 02
-
Greek LXX(Rahlps), Sirach, Chapter 03
-
Greek LXX(Rahlps), Sirach, Chapter 04
-
Greek LXX(Rahlps), Sirach, Chapter 05
-
Greek LXX(Rahlps), Sirach, Chapter 06
-
Greek LXX(Rahlps), Sirach, Chapter 07
-
Greek LXX(Rahlps), Sirach, Chapter 08
-
Greek LXX(Rahlps), Sirach, Chapter 09
-
Greek LXX(Rahlps), Sirach, Chapter 10
-
Greek LXX(Rahlps), Sirach, Chapter 11
-
Greek LXX(Rahlps), Sirach, Chapter 12
-
Greek LXX(Rahlps), Sirach, Chapter 13
-
Greek LXX(Rahlps), Sirach, Chapter 14
-
Greek LXX(Rahlps), Sirach, Chapter 15
-
Greek LXX(Rahlps), Sirach, Chapter 16
-
Greek LXX(Rahlps), Sirach, Chapter 17
-
Greek LXX(Rahlps), Sirach, Chapter 18
-
Greek LXX(Rahlps), Sirach, Chapter 19
-
Greek LXX(Rahlps), Sirach, Chapter 20
-
Greek LXX(Rahlps), Sirach, Chapter 21
-
Greek LXX(Rahlps), Sirach, Chapter 22
-
Greek LXX(Rahlps), Sirach, Chapter 23
-
Greek LXX(Rahlps), Sirach, Chapter 24
-
Greek LXX(Rahlps), Sirach, Chapter 25
-
Greek LXX(Rahlps), Sirach, Chapter 26
-
Greek LXX(Rahlps), Sirach, Chapter 27
-
Greek LXX(Rahlps), Sirach, Chapter 28
-
Greek LXX(Rahlps), Sirach, Chapter 29
-
Greek LXX(Rahlps), Sirach, Chapter 30
-
Greek LXX(Rahlps), Sirach, Chapter 31
-
Greek LXX(Rahlps), Sirach, Chapter 32
-
Greek LXX(Rahlps), Sirach, Chapter 33
-
Greek LXX(Rahlps), Sirach, Chapter 34
-
Greek LXX(Rahlps), Sirach, Chapter 35
-
Greek LXX(Rahlps), Sirach, Chapter 36
-
Greek LXX(Rahlps), Sirach, Chapter 37
-
Greek LXX(Rahlps), Sirach, Chapter 38
-
Greek LXX(Rahlps), Sirach, Chapter 39
-
Greek LXX(Rahlps), Sirach, Chapter 40
-
Greek LXX(Rahlps), Sirach, Chapter 41
-
Greek LXX(Rahlps), Sirach, Chapter 42
-
Greek LXX(Rahlps), Sirach, Chapter 43
-
Greek LXX(Rahlps), Sirach, Chapter 44
-
Greek LXX(Rahlps), Sirach, Chapter 45
-
Greek LXX(Rahlps), Sirach, Chapter 46
-
Greek LXX(Rahlps), Sirach, Chapter 47
-
Greek LXX(Rahlps), Sirach, Chapter 48
-
Greek LXX(Rahlps), Sirach, Chapter 49
-
Greek LXX(Rahlps), Sirach, Chapter 50
Previous
List