29:1 ὁ ποιῶν ἔλεος δανιεῖ τῷ πλησίον καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς
29:2 δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν
29:3 στερέωσον λόγον καὶ πιστώθητι μετ᾽ αὐτοῦ καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου
29:4 πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος καὶ παρέσχον κόπον τοῖς βοηθήσασιν αὐτοῖς
29:5 ἕως οὗ λάβῃ καταφιλήσει χεῖρας αὐτοῦ καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον καὶ ἀποδώσει λόγους ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται
29:6 ἐὰν ἰσχύσῃ μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα εἰ δὲ μή ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν
29:7 πολλοὶ οὐ χάριν πονηρίας ἀπέστρεψαν ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν
29:8 πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον καὶ ἐπ᾽ ἐλεημοσύνῃ μὴ παρελκύσῃς αὐτόν
29:9 χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν
29:10 ἀπόλεσον ἀργύριον δι᾽ ἀδελφὸν καὶ φίλον καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν
29:11 θὲς τὸν θησαυρόν σου κατ᾽ ἐντολὰς ὑψίστου καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον
29:12 σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμιείοις σου καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως
29:13 ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ὁλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ
29:14 ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην ἐγκαταλείψει αὐτόν
29:15 χάριτας ἐγγύου μὴ ἐπιλάθῃ ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ
29:16 ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον
29:17 ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης
29:18 ἄνδρας δυνατοὺς ἀπῴκισεν καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις
29:19 ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις
29:20 ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς
29:21 ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον καὶ οἶκος καλύπτων ἀσχημοσύνην
29:22 κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις
29:23 ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε καὶ ὀνειδισμὸν παροικίας οὐ μὴ ἀκούσῃς
29:24 ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν καὶ οὗ παροικήσεις οὐκ ἀνοίξεις στόμα
29:25 ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ
29:26 πάρελθε πάροικε κόσμησον τράπεζαν καὶ εἴ τι ἐν τῇ χειρί σου ψώμισόν με
29:27 ἔξελθε πάροικε ἀπὸ προσώπου δόξης ἐπεξένωταί μοι ὁ ἀδελφός χρεία τῆς οἰκίας
29:28 βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ
-
Greek LXX(Rahlps), Sirach, Chapter 01
-
Greek LXX(Rahlps), Sirach, Chapter 02
-
Greek LXX(Rahlps), Sirach, Chapter 03
-
Greek LXX(Rahlps), Sirach, Chapter 04
-
Greek LXX(Rahlps), Sirach, Chapter 05
-
Greek LXX(Rahlps), Sirach, Chapter 06
-
Greek LXX(Rahlps), Sirach, Chapter 07
-
Greek LXX(Rahlps), Sirach, Chapter 08
-
Greek LXX(Rahlps), Sirach, Chapter 09
-
Greek LXX(Rahlps), Sirach, Chapter 10
-
Greek LXX(Rahlps), Sirach, Chapter 11
-
Greek LXX(Rahlps), Sirach, Chapter 12
-
Greek LXX(Rahlps), Sirach, Chapter 13
-
Greek LXX(Rahlps), Sirach, Chapter 14
-
Greek LXX(Rahlps), Sirach, Chapter 15
-
Greek LXX(Rahlps), Sirach, Chapter 16
-
Greek LXX(Rahlps), Sirach, Chapter 17
-
Greek LXX(Rahlps), Sirach, Chapter 18
-
Greek LXX(Rahlps), Sirach, Chapter 19
-
Greek LXX(Rahlps), Sirach, Chapter 20
-
Greek LXX(Rahlps), Sirach, Chapter 21
-
Greek LXX(Rahlps), Sirach, Chapter 22
-
Greek LXX(Rahlps), Sirach, Chapter 23
-
Greek LXX(Rahlps), Sirach, Chapter 24
-
Greek LXX(Rahlps), Sirach, Chapter 25
-
Greek LXX(Rahlps), Sirach, Chapter 26
-
Greek LXX(Rahlps), Sirach, Chapter 27
-
Greek LXX(Rahlps), Sirach, Chapter 28
-
Greek LXX(Rahlps), Sirach, Chapter 29
-
Greek LXX(Rahlps), Sirach, Chapter 30
-
Greek LXX(Rahlps), Sirach, Chapter 31
-
Greek LXX(Rahlps), Sirach, Chapter 32
-
Greek LXX(Rahlps), Sirach, Chapter 33
-
Greek LXX(Rahlps), Sirach, Chapter 34
-
Greek LXX(Rahlps), Sirach, Chapter 35
-
Greek LXX(Rahlps), Sirach, Chapter 36
-
Greek LXX(Rahlps), Sirach, Chapter 37
-
Greek LXX(Rahlps), Sirach, Chapter 38
-
Greek LXX(Rahlps), Sirach, Chapter 39
-
Greek LXX(Rahlps), Sirach, Chapter 40
-
Greek LXX(Rahlps), Sirach, Chapter 41
-
Greek LXX(Rahlps), Sirach, Chapter 42
-
Greek LXX(Rahlps), Sirach, Chapter 43
-
Greek LXX(Rahlps), Sirach, Chapter 44
-
Greek LXX(Rahlps), Sirach, Chapter 45
-
Greek LXX(Rahlps), Sirach, Chapter 46
-
Greek LXX(Rahlps), Sirach, Chapter 47
-
Greek LXX(Rahlps), Sirach, Chapter 48
-
Greek LXX(Rahlps), Sirach, Chapter 49
-
Greek LXX(Rahlps), Sirach, Chapter 50
Previous
List