32:1 ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ιωβ ἦν γὰρ Ιωβ δίκαιος ἐναντίον αὐτῶν
32:2 ὠργίσθη δὲ Ελιους ὁ τοῦ Βαραχιηλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ραμ τῆς Αυσίτιδος χώρας ὠργίσθη δὲ τῷ Ιωβ σφόδρα διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου
32:3 καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ιωβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ
32:4 Ελιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ιωβ ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις
32:5 καὶ εἶδεν Ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ
32:6 ὑπολαβὼν δὲ Ελιους ὁ τοῦ Βαραχιηλ ὁ Βουζίτης εἶπεν νεώτερος μέν εἰμι τῷ χρόνῳ ὑμεῖς δέ ἐστε πρεσβύτεροι διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην
32:7 εἶπα δὲ ὅτι ὁ χρόνος ἐστὶν ὁ λαλῶν ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν
32:8 ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα
32:9 οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί οὐδ᾽ οἱ γέροντες οἴδασιν κρίμα
32:10 διὸ εἶπα ἀκούσατέ μου καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα
32:11 ἐνωτίζεσθέ μου τὰ ῥήματα ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἄχρι οὗ ἐτάσητε λόγους
32:12 καὶ μέχρι ὑμῶν συνήσω καὶ ἰδοὺ οὐκ ἦν τῷ Ιωβ ἐλέγχων ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν
32:13 ἵνα μὴ εἴπητε εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι
32:14 ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα
32:15 ἐπτοήθησαν οὐκ ἀπεκρίθησαν ἔτι ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους
32:16 ὑπέμεινα οὐ γὰρ ἐλάλησαν ὅτι ἔστησαν οὐκ ἀπεκρίθησαν
32:17 ὑπολαβὼν δὲ Ελιους λέγει
32:18 πάλιν λαλήσω πλήρης γάρ εἰμι ῥημάτων ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός
32:19 ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς
32:20 λαλήσω ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη
32:21 ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ
32:22 οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον εἰ δὲ μή καὶ ἐμὲ σῆτες ἔδονται
-
Greek LXX(Rahlps), Job, Chapter 01
-
Greek LXX(Rahlps), Job, Chapter 02
-
Greek LXX(Rahlps), Job, Chapter 03
-
Greek LXX(Rahlps), Job, Chapter 04
-
Greek LXX(Rahlps), Job, Chapter 05
-
Greek LXX(Rahlps), Job, Chapter 06
-
Greek LXX(Rahlps), Job, Chapter 07
-
Greek LXX(Rahlps), Job, Chapter 08
-
Greek LXX(Rahlps), Job, Chapter 09
-
Greek LXX(Rahlps), Job, Chapter 10
-
Greek LXX(Rahlps), Job, Chapter 11
-
Greek LXX(Rahlps), Job, Chapter 12
-
Greek LXX(Rahlps), Job, Chapter 13
-
Greek LXX(Rahlps), Job, Chapter 14
-
Greek LXX(Rahlps), Job, Chapter 15
-
Greek LXX(Rahlps), Job, Chapter 16
-
Greek LXX(Rahlps), Job, Chapter 17
-
Greek LXX(Rahlps), Job, Chapter 18
-
Greek LXX(Rahlps), Job, Chapter 19
-
Greek LXX(Rahlps), Job, Chapter 20
-
Greek LXX(Rahlps), Job, Chapter 21
-
Greek LXX(Rahlps), Job, Chapter 22
-
Greek LXX(Rahlps), Job, Chapter 23
-
Greek LXX(Rahlps), Job, Chapter 24
-
Greek LXX(Rahlps), Job, Chapter 25
-
Greek LXX(Rahlps), Job, Chapter 26
-
Greek LXX(Rahlps), Job, Chapter 27
-
Greek LXX(Rahlps), Job, Chapter 28
-
Greek LXX(Rahlps), Job, Chapter 29
-
Greek LXX(Rahlps), Job, Chapter 30
-
Greek LXX(Rahlps), Job, Chapter 31
-
Greek LXX(Rahlps), Job, Chapter 32
-
Greek LXX(Rahlps), Job, Chapter 33
-
Greek LXX(Rahlps), Job, Chapter 34
-
Greek LXX(Rahlps), Job, Chapter 35
-
Greek LXX(Rahlps), Job, Chapter 36
-
Greek LXX(Rahlps), Job, Chapter 37
-
Greek LXX(Rahlps), Job, Chapter 38
-
Greek LXX(Rahlps), Job, Chapter 39
-
Greek LXX(Rahlps), Job, Chapter 40
-
Greek LXX(Rahlps), Job, Chapter 41
-
Greek LXX(Rahlps), Job, Chapter 42
Previous
List