24:1 διὰ τί δὲ κύριον ἔλαθον ὧραι
24:2 ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες
24:3 ὑποζύγιον ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν
24:4 ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας ὁμοθυμαδὸν ἐκρύβησαν πραεῖς γῆς
24:5 ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν πρᾶξιν ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους
24:6 ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν ἀδύνατοι δὲ ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο
24:7 γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο
24:8 ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο
24:9 ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ ἐκπεπτωκότα δὲ ἐταπείνωσαν
24:10 γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο
24:11 ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν
24:12 οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται
24:13 ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν
24:14 γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος καὶ νυκτὸς ἔσται ὡς κλέπτης
24:15 καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος λέγων οὐ προσνοήσει με ὀφθαλμός καὶ ἀποκρυβὴν προσώπου ἔθετο
24:16 διώρυξεν ἐν σκότει οἰκίας ἡμέρας ἐσφράγισαν ἑαυτούς οὐκ ἐπέγνωσαν φῶς
24:17 ὅτι ὁμοθυμαδὸν τὸ πρωὶ αὐτοῖς σκιὰ θανάτου ὅτι ἐπιγνώσεται ταραχὰς σκιᾶς θανάτου
24:18 ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς
24:19 ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν
24:20 εἶτ᾽ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξεν συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ
24:21 στεῖραν γὰρ οὐκ εὖ ἐποίησεν καὶ γύναιον οὐκ ἠλέησεν
24:22 θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς
24:23 μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι ἀλλὰ πεσεῖται νόσῳ
24:24 πολλοὺς γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτοῦ ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών
24:25 εἰ δὲ μή τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου
-
Greek LXX(Rahlps), Job, Chapter 01
-
Greek LXX(Rahlps), Job, Chapter 02
-
Greek LXX(Rahlps), Job, Chapter 03
-
Greek LXX(Rahlps), Job, Chapter 04
-
Greek LXX(Rahlps), Job, Chapter 05
-
Greek LXX(Rahlps), Job, Chapter 06
-
Greek LXX(Rahlps), Job, Chapter 07
-
Greek LXX(Rahlps), Job, Chapter 08
-
Greek LXX(Rahlps), Job, Chapter 09
-
Greek LXX(Rahlps), Job, Chapter 10
-
Greek LXX(Rahlps), Job, Chapter 11
-
Greek LXX(Rahlps), Job, Chapter 12
-
Greek LXX(Rahlps), Job, Chapter 13
-
Greek LXX(Rahlps), Job, Chapter 14
-
Greek LXX(Rahlps), Job, Chapter 15
-
Greek LXX(Rahlps), Job, Chapter 16
-
Greek LXX(Rahlps), Job, Chapter 17
-
Greek LXX(Rahlps), Job, Chapter 18
-
Greek LXX(Rahlps), Job, Chapter 19
-
Greek LXX(Rahlps), Job, Chapter 20
-
Greek LXX(Rahlps), Job, Chapter 21
-
Greek LXX(Rahlps), Job, Chapter 22
-
Greek LXX(Rahlps), Job, Chapter 23
-
Greek LXX(Rahlps), Job, Chapter 24
-
Greek LXX(Rahlps), Job, Chapter 25
-
Greek LXX(Rahlps), Job, Chapter 26
-
Greek LXX(Rahlps), Job, Chapter 27
-
Greek LXX(Rahlps), Job, Chapter 28
-
Greek LXX(Rahlps), Job, Chapter 29
-
Greek LXX(Rahlps), Job, Chapter 30
-
Greek LXX(Rahlps), Job, Chapter 31
-
Greek LXX(Rahlps), Job, Chapter 32
-
Greek LXX(Rahlps), Job, Chapter 33
-
Greek LXX(Rahlps), Job, Chapter 34
-
Greek LXX(Rahlps), Job, Chapter 35
-
Greek LXX(Rahlps), Job, Chapter 36
-
Greek LXX(Rahlps), Job, Chapter 37
-
Greek LXX(Rahlps), Job, Chapter 38
-
Greek LXX(Rahlps), Job, Chapter 39
-
Greek LXX(Rahlps), Job, Chapter 40
-
Greek LXX(Rahlps), Job, Chapter 41
-
Greek LXX(Rahlps), Job, Chapter 42
Previous
List