14:1 βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς
14:2 ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ
14:3 οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου
14:4 τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου ἀλλ᾽ οὐθείς
14:5 ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρὰ σοί εἰς χρόνον ἔθου καὶ οὐ μὴ ὑπερβῇ
14:6 ἀπόστα ἀπ᾽ αὐτοῦ ἵνα ἡσυχάσῃ καὶ εὐδοκήσῃ τὸν βίον ὥσπερ ὁ μισθωτός
14:7 ἔστιν γὰρ δένδρῳ ἐλπίς ἐὰν γὰρ ἐκκοπῇ ἔτι ἐπανθήσει καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ
14:8 ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ
14:9 ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον
14:10 ἀνὴρ δὲ τελευτήσας ᾤχετο πεσὼν δὲ βροτὸς οὐκέτι ἔστιν
14:11 χρόνῳ γὰρ σπανίζεται θάλασσα ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη
14:12 ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν
14:13 εἰ γὰρ ὄφελον ἐν ᾅδῃ με ἐφύλαξας ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργὴ καὶ τάξῃ μοι χρόνον ἐν ᾧ μνείαν μου ποιήσῃ
14:14 ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος ζήσεται συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ ὑπομενῶ ἕως ἂν πάλιν γένωμαι
14:15 εἶτα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ
14:16 ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου
14:17 ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ ἐπεσημήνω δέ εἴ τι ἄκων παρέβην
14:18 καὶ πλὴν ὄρος πῖπτον διαπεσεῖται καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς
14:19 λίθους ἐλέαναν ὕδατα καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας
14:20 ὦσας αὐτὸν εἰς τέλος καὶ ᾤχετο ἐπέστησας αὐτῷ τὸ πρόσωπον καὶ ἐξαπέστειλας
14:21 πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν ἐὰν δὲ ὀλίγοι γένωνται οὐκ ἐπίσταται
14:22 ἀλλ᾽ ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν
-
Greek LXX(Rahlps), Job, Chapter 01
-
Greek LXX(Rahlps), Job, Chapter 02
-
Greek LXX(Rahlps), Job, Chapter 03
-
Greek LXX(Rahlps), Job, Chapter 04
-
Greek LXX(Rahlps), Job, Chapter 05
-
Greek LXX(Rahlps), Job, Chapter 06
-
Greek LXX(Rahlps), Job, Chapter 07
-
Greek LXX(Rahlps), Job, Chapter 08
-
Greek LXX(Rahlps), Job, Chapter 09
-
Greek LXX(Rahlps), Job, Chapter 10
-
Greek LXX(Rahlps), Job, Chapter 11
-
Greek LXX(Rahlps), Job, Chapter 12
-
Greek LXX(Rahlps), Job, Chapter 13
-
Greek LXX(Rahlps), Job, Chapter 14
-
Greek LXX(Rahlps), Job, Chapter 15
-
Greek LXX(Rahlps), Job, Chapter 16
-
Greek LXX(Rahlps), Job, Chapter 17
-
Greek LXX(Rahlps), Job, Chapter 18
-
Greek LXX(Rahlps), Job, Chapter 19
-
Greek LXX(Rahlps), Job, Chapter 20
-
Greek LXX(Rahlps), Job, Chapter 21
-
Greek LXX(Rahlps), Job, Chapter 22
-
Greek LXX(Rahlps), Job, Chapter 23
-
Greek LXX(Rahlps), Job, Chapter 24
-
Greek LXX(Rahlps), Job, Chapter 25
-
Greek LXX(Rahlps), Job, Chapter 26
-
Greek LXX(Rahlps), Job, Chapter 27
-
Greek LXX(Rahlps), Job, Chapter 28
-
Greek LXX(Rahlps), Job, Chapter 29
-
Greek LXX(Rahlps), Job, Chapter 30
-
Greek LXX(Rahlps), Job, Chapter 31
-
Greek LXX(Rahlps), Job, Chapter 32
-
Greek LXX(Rahlps), Job, Chapter 33
-
Greek LXX(Rahlps), Job, Chapter 34
-
Greek LXX(Rahlps), Job, Chapter 35
-
Greek LXX(Rahlps), Job, Chapter 36
-
Greek LXX(Rahlps), Job, Chapter 37
-
Greek LXX(Rahlps), Job, Chapter 38
-
Greek LXX(Rahlps), Job, Chapter 39
-
Greek LXX(Rahlps), Job, Chapter 40
-
Greek LXX(Rahlps), Job, Chapter 41
-
Greek LXX(Rahlps), Job, Chapter 42
Previous
List