8:1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
8:2 μέχρι τίνος λαλήσεις ταῦτα πνεῦμα πολυρῆμον τοῦ στόματός σου
8:3 μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον
8:4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν
8:5 σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος
8:6 εἰ καθαρὸς εἶ καὶ ἀληθινός δεήσεως ἐπακούσεταί σου ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης
8:7 ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα τὰ δὲ ἔσχατά σου ἀμύθητα
8:8 ἐπερώτησον γὰρ γενεὰν πρώτην ἐξιχνίασον δὲ κατὰ γένος πατέρων
8:9 χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος
8:10 ἦ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελοῦσιν καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα
8:11 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου
8:12 ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται
8:13 οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ κυρίου ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται
8:14 ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή
8:15 ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ οὐ μὴ στῇ ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ
8:16 ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται
8:17 ἐπὶ συναγωγὴν λίθων κοιμᾶται ἐν δὲ μέσῳ χαλίκων ζήσεται
8:18 ἐὰν καταπίῃ ὁ τόπος ψεύσεται αὐτόν οὐχ ἑόρακας τοιαῦτα
8:19 ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει
8:20 ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται
8:21 ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως
8:22 οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται
-
Greek LXX(Rahlps), Job, Chapter 01
-
Greek LXX(Rahlps), Job, Chapter 02
-
Greek LXX(Rahlps), Job, Chapter 03
-
Greek LXX(Rahlps), Job, Chapter 04
-
Greek LXX(Rahlps), Job, Chapter 05
-
Greek LXX(Rahlps), Job, Chapter 06
-
Greek LXX(Rahlps), Job, Chapter 07
-
Greek LXX(Rahlps), Job, Chapter 08
-
Greek LXX(Rahlps), Job, Chapter 09
-
Greek LXX(Rahlps), Job, Chapter 10
-
Greek LXX(Rahlps), Job, Chapter 11
-
Greek LXX(Rahlps), Job, Chapter 12
-
Greek LXX(Rahlps), Job, Chapter 13
-
Greek LXX(Rahlps), Job, Chapter 14
-
Greek LXX(Rahlps), Job, Chapter 15
-
Greek LXX(Rahlps), Job, Chapter 16
-
Greek LXX(Rahlps), Job, Chapter 17
-
Greek LXX(Rahlps), Job, Chapter 18
-
Greek LXX(Rahlps), Job, Chapter 19
-
Greek LXX(Rahlps), Job, Chapter 20
-
Greek LXX(Rahlps), Job, Chapter 21
-
Greek LXX(Rahlps), Job, Chapter 22
-
Greek LXX(Rahlps), Job, Chapter 23
-
Greek LXX(Rahlps), Job, Chapter 24
-
Greek LXX(Rahlps), Job, Chapter 25
-
Greek LXX(Rahlps), Job, Chapter 26
-
Greek LXX(Rahlps), Job, Chapter 27
-
Greek LXX(Rahlps), Job, Chapter 28
-
Greek LXX(Rahlps), Job, Chapter 29
-
Greek LXX(Rahlps), Job, Chapter 30
-
Greek LXX(Rahlps), Job, Chapter 31
-
Greek LXX(Rahlps), Job, Chapter 32
-
Greek LXX(Rahlps), Job, Chapter 33
-
Greek LXX(Rahlps), Job, Chapter 34
-
Greek LXX(Rahlps), Job, Chapter 35
-
Greek LXX(Rahlps), Job, Chapter 36
-
Greek LXX(Rahlps), Job, Chapter 37
-
Greek LXX(Rahlps), Job, Chapter 38
-
Greek LXX(Rahlps), Job, Chapter 39
-
Greek LXX(Rahlps), Job, Chapter 40
-
Greek LXX(Rahlps), Job, Chapter 41
-
Greek LXX(Rahlps), Job, Chapter 42
Previous
List