Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

2:1 ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι κυρίου καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ κυρίου
2:2 καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ πόθεν σὺ ἔρχῃ τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου διαπορευθεὶς τὴν ὑπ᾽ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι
2:3 εἶπεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον προσέσχες οὖν τῷ θεράποντί μου Ιωβ ὅτι οὐκ ἔστιν κατ᾽ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄκακος ἀληθινός ἄμεμπτος θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ ἔτι δὲ ἔχεται ἀκακίας σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέσαι
2:4 ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ δέρμα ὑπὲρ δέρματος ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει
2:5 οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει
2:6 εἶπεν δὲ ὁ κύριος τῷ διαβόλῳ ἰδοὺ παραδίδωμί σοι αὐτόν μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον
2:7 ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου καὶ ἔπαισεν τὸν Ιωβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς
2:8 καὶ ἔλαβεν ὄστρακον ἵνα τὸν ἰχῶρα ξύῃ καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως
2:9 χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ μέχρι τίνος καρτερήσεις λέγων [1] ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου [2] ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς υἱοὶ καὶ θυγατέρες ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων [3] σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος [4] κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας προσδεχομένη τὸν ἥλιον πότε δύσεται ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν αἵ με νῦν συνέχουσιν [5] ἀλλὰ εἰπόν τι ῥῆμα εἰς κύριον καὶ τελεύτα
2:10 ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου τὰ κακὰ οὐχ ὑποίσομεν ἐν πᾶσιν τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ιωβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ
2:11 ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν Ελιφας ὁ Θαιμανων βασιλεύς Βαλδαδ ὁ Σαυχαίων τύραννος Σωφαρ ὁ Μιναίων βασιλεύς καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν
2:12 ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν καὶ καταπασάμενοι γῆν
2:13 παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα


List of Articles
번호 분류 제목
42 Job Greek LXX(Rahlps), Job, Chapter 01
» Job Greek LXX(Rahlps), Job, Chapter 02
40 Job Greek LXX(Rahlps), Job, Chapter 03
39 Job Greek LXX(Rahlps), Job, Chapter 04
38 Job Greek LXX(Rahlps), Job, Chapter 05
37 Job Greek LXX(Rahlps), Job, Chapter 06
36 Job Greek LXX(Rahlps), Job, Chapter 07
35 Job Greek LXX(Rahlps), Job, Chapter 08
34 Job Greek LXX(Rahlps), Job, Chapter 09
33 Job Greek LXX(Rahlps), Job, Chapter 10
32 Job Greek LXX(Rahlps), Job, Chapter 11
31 Job Greek LXX(Rahlps), Job, Chapter 12
30 Job Greek LXX(Rahlps), Job, Chapter 13
29 Job Greek LXX(Rahlps), Job, Chapter 14
28 Job Greek LXX(Rahlps), Job, Chapter 15
27 Job Greek LXX(Rahlps), Job, Chapter 16
26 Job Greek LXX(Rahlps), Job, Chapter 17
25 Job Greek LXX(Rahlps), Job, Chapter 18
24 Job Greek LXX(Rahlps), Job, Chapter 19
23 Job Greek LXX(Rahlps), Job, Chapter 20
22 Job Greek LXX(Rahlps), Job, Chapter 21
21 Job Greek LXX(Rahlps), Job, Chapter 22
20 Job Greek LXX(Rahlps), Job, Chapter 23
19 Job Greek LXX(Rahlps), Job, Chapter 24
18 Job Greek LXX(Rahlps), Job, Chapter 25
17 Job Greek LXX(Rahlps), Job, Chapter 26
16 Job Greek LXX(Rahlps), Job, Chapter 27
15 Job Greek LXX(Rahlps), Job, Chapter 28
14 Job Greek LXX(Rahlps), Job, Chapter 29
13 Job Greek LXX(Rahlps), Job, Chapter 30
12 Job Greek LXX(Rahlps), Job, Chapter 31
11 Job Greek LXX(Rahlps), Job, Chapter 32
10 Job Greek LXX(Rahlps), Job, Chapter 33
9 Job Greek LXX(Rahlps), Job, Chapter 34
8 Job Greek LXX(Rahlps), Job, Chapter 35
7 Job Greek LXX(Rahlps), Job, Chapter 36
6 Job Greek LXX(Rahlps), Job, Chapter 37
5 Job Greek LXX(Rahlps), Job, Chapter 38
4 Job Greek LXX(Rahlps), Job, Chapter 39
3 Job Greek LXX(Rahlps), Job, Chapter 40
2 Job Greek LXX(Rahlps), Job, Chapter 41
1 Job Greek LXX(Rahlps), Job, Chapter 42
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소