Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

7:1 ἐπίστρεφε ἐπίστρεφε ἡ Σουλαμῖτις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν
7:2 τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν θύγατερ Ναδαβ ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου
7:3 ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρᾶμα κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις
7:4 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος
7:5 τράχηλός σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλῶν μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ
7:6 κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς
7:7 τί ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη ἐν τρυφαῖς σου
7:8 τοῦτο μέγεθός σου ὡμοιώθη τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν
7:9 εἶπα ἀναβήσομαι ἐν τῷ φοίνικι κρατήσω τῶν ὕψεων αὐτοῦ καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα
7:10 καὶ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν
7:11 ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ἐπ᾽ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ
7:12 ἐλθέ ἀδελφιδέ μου ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθῶμεν ἐν κώμαις
7:13 ὀρθρίσωμεν εἰς ἀμπελῶνας ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος ἤνθησεν ὁ κυπρισμός ἤνθησαν αἱ ῥόαι ἐκεῖ δώσω τοὺς μαστούς μου σοί
7:14 οἱ μανδραγόραι ἔδωκαν ὀσμήν καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά ἀδελφιδέ μου ἐτήρησά σοι


  1. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 01

  2. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 02

  3. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 03

  4. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 04

  5. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 05

  6. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 06

  7. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 07

  8. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 08

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소