Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

5:1 εἰσῆλθον εἰς κῆπόν μου ἀδελφή μου νύμφη ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου ἔπιον οἶνόν μου μετὰ γάλακτός μου φάγετε πλησίοι καὶ πίετε καὶ μεθύσθητε ἀδελφοί
5:2 ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν ἄνοιξόν μοι ἀδελφή μου ἡ πλησίον μου περιστερά μου τελεία μου ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός
5:3 ἐξεδυσάμην τὸν χιτῶνά μου πῶς ἐνδύσωμαι αὐτόν ἐνιψάμην τοὺς πόδας μου πῶς μολυνῶ αὐτούς
5:4 ἀδελφιδός μου ἀπέστειλεν χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ᾽ αὐτόν
5:5 ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου χεῖρές μου ἔσταξαν σμύρναν δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου
5:6 ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου ἀδελφιδός μου παρῆλθεν ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν ἐκάλεσα αὐτόν καὶ οὐχ ὑπήκουσέν μου
5:7 εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει ἐπάταξάν με ἐτραυμάτισάν με ἦραν τὸ θέριστρόν μου ἀπ᾽ ἐμοῦ φύλακες τῶν τειχέων
5:8 ὥρκισα ὑμᾶς θυγατέρες Ιερουσαλημ ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου τί ἀπαγγείλητε αὐτῷ ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ
5:9 τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ ἡ καλὴ ἐν γυναιξίν τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ ὅτι οὕτως ὥρκισας ἡμᾶς
5:10 ἀδελφιδός μου λευκὸς καὶ πυρρός ἐκλελοχισμένος ἀπὸ μυριάδων
5:11 κεφαλὴ αὐτοῦ χρυσίον καὶ φαζ βόστρυχοι αὐτοῦ ἐλάται μέλανες ὡς κόραξ
5:12 ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουσμέναι ἐν γάλακτι καθήμεναι ἐπὶ πληρώματα ὑδάτων
5:13 σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη
5:14 χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι θαρσις κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου
5:15 κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτὸς ὡς κέδροι
5:16 φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου θυγατέρες Ιερουσαλημ


  1. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 01

  2. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 02

  3. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 03

  4. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 04

  5. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 05

  6. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 06

  7. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 07

  8. No Image 02Apr
    by 한글 모레
    in Song Of Songs

    Greek LXX(Rahlps), Song Of Songs, Chapter 08

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소