Greek LXX(Rahlps), Psalms, Chapter 121

?

단축키

Prev이전 문서

Next다음 문서

ESC닫기

크게 작게 위로 아래로 댓글로 가기 인쇄

121:1 ᾠδὴ τῶν ἀναβαθμῶν εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι εἰς οἶκον κυρίου πορευσόμεθα
121:2 ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου Ιερουσαλημ
121:3 Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό
121:4 ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί φυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου
121:5 ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν θρόνοι ἐπὶ οἶκον Δαυιδ
121:6 ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε
121:7 γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου
121:8 ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ
121:9 ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι


Articles

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15