Greek LXX(Rahlps), Psalms, Chapter 060

?

단축키

Prev이전 문서

Next다음 문서

ESC닫기

크게 작게 위로 아래로 댓글로 가기 인쇄

60:1 εἰς τὸ τέλος ἐν ὕμνοις τῷ Δαυιδ
60:2 εἰσάκουσον ὁ θεός τῆς δεήσεώς μου πρόσχες τῇ προσευχῇ μου
60:3 ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρᾳ ὕψωσάς με
60:4 ὡδήγησάς με ὅτι ἐγενήθης ἐλπίς μου πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ
60:5 παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου διάψαλμα
60:6 ὅτι σύ ὁ θεός εἰσήκουσας τῶν εὐχῶν μου ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου
60:7 ἡμέρας ἐφ᾽ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς
60:8 διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει
60:9 οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας


Articles

1 2 3 4