50:1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ
50:2 ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην ἡνίκα εἰσῆλθεν πρὸς Βηρσαβεε
50:3 ἐλέησόν με ὁ θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
50:4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
50:5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός
50:6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
50:7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου
50:8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι
50:9 ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
50:10 ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα
50:11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
50:12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὁ θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
50:13 μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ
50:14 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με
50:15 διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν
50:16 ῥῦσαί με ἐξ αἱμάτων ὁ θεὸς ὁ θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
50:17 κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
50:18 ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
50:19 θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενώσει
50:20 ἀγάθυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ
50:21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
-
Greek LXX(Rahlps), Psalms, Chapter 001
-
Greek LXX(Rahlps), Psalms, Chapter 002
-
Greek LXX(Rahlps), Psalms, Chapter 003
-
Greek LXX(Rahlps), Psalms, Chapter 004
-
Greek LXX(Rahlps), Psalms, Chapter 005
-
Greek LXX(Rahlps), Psalms, Chapter 006
-
Greek LXX(Rahlps), Psalms, Chapter 007
-
Greek LXX(Rahlps), Psalms, Chapter 008
-
Greek LXX(Rahlps), Psalms, Chapter 009
-
Greek LXX(Rahlps), Psalms, Chapter 010
-
Greek LXX(Rahlps), Psalms, Chapter 011
-
Greek LXX(Rahlps), Psalms, Chapter 012
-
Greek LXX(Rahlps), Psalms, Chapter 013
-
Greek LXX(Rahlps), Psalms, Chapter 014
-
Greek LXX(Rahlps), Psalms, Chapter 015
-
Greek LXX(Rahlps), Psalms, Chapter 016
-
Greek LXX(Rahlps), Psalms, Chapter 017
-
Greek LXX(Rahlps), Psalms, Chapter 018
-
Greek LXX(Rahlps), Psalms, Chapter 019
-
Greek LXX(Rahlps), Psalms, Chapter 020
-
Greek LXX(Rahlps), Psalms, Chapter 021
-
Greek LXX(Rahlps), Psalms, Chapter 022
-
Greek LXX(Rahlps), Psalms, Chapter 023
-
Greek LXX(Rahlps), Psalms, Chapter 024
-
Greek LXX(Rahlps), Psalms, Chapter 025
-
Greek LXX(Rahlps), Psalms, Chapter 026
-
Greek LXX(Rahlps), Psalms, Chapter 027
-
Greek LXX(Rahlps), Psalms, Chapter 028
-
Greek LXX(Rahlps), Psalms, Chapter 029
-
Greek LXX(Rahlps), Psalms, Chapter 030
-
Greek LXX(Rahlps), Psalms, Chapter 031
-
Greek LXX(Rahlps), Psalms, Chapter 032
-
Greek LXX(Rahlps), Psalms, Chapter 033
-
Greek LXX(Rahlps), Psalms, Chapter 034
-
Greek LXX(Rahlps), Psalms, Chapter 035
-
Greek LXX(Rahlps), Psalms, Chapter 036
-
Greek LXX(Rahlps), Psalms, Chapter 037
-
Greek LXX(Rahlps), Psalms, Chapter 038
-
Greek LXX(Rahlps), Psalms, Chapter 039
-
Greek LXX(Rahlps), Psalms, Chapter 040
-
Greek LXX(Rahlps), Psalms, Chapter 041
-
Greek LXX(Rahlps), Psalms, Chapter 042
-
Greek LXX(Rahlps), Psalms, Chapter 043
-
Greek LXX(Rahlps), Psalms, Chapter 044
-
Greek LXX(Rahlps), Psalms, Chapter 045
-
Greek LXX(Rahlps), Psalms, Chapter 046
-
Greek LXX(Rahlps), Psalms, Chapter 047
-
Greek LXX(Rahlps), Psalms, Chapter 048
-
Greek LXX(Rahlps), Psalms, Chapter 049
-
Greek LXX(Rahlps), Psalms, Chapter 050
Previous
List