30:1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ ἐκστάσεως
30:2 ἐπὶ σοί κύριε ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με
30:3 κλῖνον πρός με τὸ οὖς σου τάχυνον τοῦ ἐξελέσθαι με γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με
30:4 ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με
30:5 ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου
30:6 εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου ἐλυτρώσω με κύριε ὁ θεὸς τῆς ἀληθείας
30:7 ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενῆς ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα
30:8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου
30:9 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου
30:10 ἐλέησόν με κύριε ὅτι θλίβομαι ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου ἡ ψυχή μου καὶ ἡ γαστήρ μου
30:11 ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν
30:12 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσίν μου σφόδρα καὶ φόβος τοῖς γνωστοῖς μου οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ᾽ ἐμοῦ
30:13 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός
30:14 ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ᾽ ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο
30:15 ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα κύριε εἶπα σὺ εἶ ὁ θεός μου
30:16 ἐν ταῖς χερσίν σου οἱ καιροί μου ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με
30:17 ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου σῶσόν με ἐν τῷ ἐλέει σου
30:18 κύριε μὴ καταισχυνθείην ὅτι ἐπεκαλεσάμην σε αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου
30:19 ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει
30:20 ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου κύριε ἧς ἔκρυψας τοῖς φοβουμένοις σε ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων
30:21 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν
30:22 εὐλογητὸς κύριος ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς
30:23 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ
30:24 ἀγαπήσατε τὸν κύριον πάντες οἱ ὅσιοι αὐτοῦ ὅτι ἀληθείας ἐκζητεῖ κύριος καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν
30:25 ἀνδρίζεσθε καὶ κραταιούσθω ἡ καρδία ὑμῶν πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον
-
Greek LXX(Rahlps), Psalms, Chapter 001
-
Greek LXX(Rahlps), Psalms, Chapter 002
-
Greek LXX(Rahlps), Psalms, Chapter 003
-
Greek LXX(Rahlps), Psalms, Chapter 004
-
Greek LXX(Rahlps), Psalms, Chapter 005
-
Greek LXX(Rahlps), Psalms, Chapter 006
-
Greek LXX(Rahlps), Psalms, Chapter 007
-
Greek LXX(Rahlps), Psalms, Chapter 008
-
Greek LXX(Rahlps), Psalms, Chapter 009
-
Greek LXX(Rahlps), Psalms, Chapter 010
-
Greek LXX(Rahlps), Psalms, Chapter 011
-
Greek LXX(Rahlps), Psalms, Chapter 012
-
Greek LXX(Rahlps), Psalms, Chapter 013
-
Greek LXX(Rahlps), Psalms, Chapter 014
-
Greek LXX(Rahlps), Psalms, Chapter 015
-
Greek LXX(Rahlps), Psalms, Chapter 016
-
Greek LXX(Rahlps), Psalms, Chapter 017
-
Greek LXX(Rahlps), Psalms, Chapter 018
-
Greek LXX(Rahlps), Psalms, Chapter 019
-
Greek LXX(Rahlps), Psalms, Chapter 020
-
Greek LXX(Rahlps), Psalms, Chapter 021
-
Greek LXX(Rahlps), Psalms, Chapter 022
-
Greek LXX(Rahlps), Psalms, Chapter 023
-
Greek LXX(Rahlps), Psalms, Chapter 024
-
Greek LXX(Rahlps), Psalms, Chapter 025
-
Greek LXX(Rahlps), Psalms, Chapter 026
-
Greek LXX(Rahlps), Psalms, Chapter 027
-
Greek LXX(Rahlps), Psalms, Chapter 028
-
Greek LXX(Rahlps), Psalms, Chapter 029
-
Greek LXX(Rahlps), Psalms, Chapter 030
-
Greek LXX(Rahlps), Psalms, Chapter 031
-
Greek LXX(Rahlps), Psalms, Chapter 032
-
Greek LXX(Rahlps), Psalms, Chapter 033
-
Greek LXX(Rahlps), Psalms, Chapter 034
-
Greek LXX(Rahlps), Psalms, Chapter 035
-
Greek LXX(Rahlps), Psalms, Chapter 036
-
Greek LXX(Rahlps), Psalms, Chapter 037
-
Greek LXX(Rahlps), Psalms, Chapter 038
-
Greek LXX(Rahlps), Psalms, Chapter 039
-
Greek LXX(Rahlps), Psalms, Chapter 040
-
Greek LXX(Rahlps), Psalms, Chapter 041
-
Greek LXX(Rahlps), Psalms, Chapter 042
-
Greek LXX(Rahlps), Psalms, Chapter 043
-
Greek LXX(Rahlps), Psalms, Chapter 044
-
Greek LXX(Rahlps), Psalms, Chapter 045
-
Greek LXX(Rahlps), Psalms, Chapter 046
-
Greek LXX(Rahlps), Psalms, Chapter 047
-
Greek LXX(Rahlps), Psalms, Chapter 048
-
Greek LXX(Rahlps), Psalms, Chapter 049
-
Greek LXX(Rahlps), Psalms, Chapter 050
Previous
List