Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

8:1 διὰ τοῦτό γέ τοι καὶ μειρακίσκοι τῷ τῆς εὐσεβείας λογισμῷ φιλοσοφοῦντες χαλεπωτέρων βασανιστηρίων ἐπεκράτησαν
8:2 ἐπειδὴ γὰρ κατὰ τὴν πρώτην πεῖραν ἐνικήθη περιφανῶς ὁ τύραννος μὴ δυνηθεὶς ἀναγκάσαι γέροντα μιαροφαγῆσαι τότε δὴ σφόδρα περιπαθῶς ἐκέλευσεν ἄλλους ἐκ τῆς λείας τῶν Εβραίων ἀγαγεῖν καὶ εἰ μὲν μιαροφαγήσαιεν ἀπολύειν φαγόντας εἰ δ᾽ ἀντιλέγοιεν πικρότερον βασανίζειν
8:3 ταῦτα διαταξαμένου τοῦ τυράννου παρῆσαν ἀγόμενοι μετὰ γεραιᾶς μητρὸς ἑπτὰ ἀδελφοὶ καλοί τε καὶ αἰδήμονες καὶ γενναῖοι καὶ ἐν παντὶ χαρίεντες
8:4 οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορῷ μέσην τὴν μητέρα περιέχοντας ἥσθετο ἐπ᾽ αὐτοῖς καὶ τῆς εὐπρεπείας ἐκπλαγεὶς καὶ τῆς εὐγενείας προσεμειδίασεν αὐτοῖς καὶ πλησίον καλέσας ἔφη
8:5 ὦ νεανίαι φιλοφρόνως ἐγὼ καθ᾽ ἑνὸς ἑκάστου ὑμῶν θαυμάζω τὸ κάλλος καὶ τὸ πλῆθος τοσούτων ἀδελφῶν ὑπερτιμῶν οὐ μόνον συμβουλεύω μὴ μανῆναι τὴν αὐτὴν τῷ προβασανισθέντι γέροντι μανίαν ἀλλὰ καὶ παρακαλῶ συνείξαντάς μοι τῆς ἐμῆς ἀπολαύειν φιλίας
8:6 δυναίμην δ᾽ ἂν ὥσπερ κολάζειν τοὺς ἀπειθοῦντάς μου τοῖς ἐπιτάγμασιν οὕτω καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι
8:7 πιστεύσατε οὖν καὶ ἀρχὰς ἐπὶ τῶν ἐμῶν πραγμάτων ἡγεμονικὰς λήμψεσθε ἀρνησάμενοι τὸν πάτριον ὑμῶν τῆς πολιτείας θεσμόν
8:8 καὶ μεταλαβόντες Ἑλληνικοῦ βίου καὶ μεταδιαιτηθέντες ἐντρυφήσατε ταῖς νεότησιν ὑμῶν
8:9 ἐπεί ἐὰν ὀργίλως με διάθησθε διὰ τῆς ἀπειθείας ἀναγκάσετέ με ἐπὶ δειναῖς κολάσεσιν ἕνα ἕκαστον ὑμῶν διὰ τῶν βασάνων ἀπολέσαι
8:10 κατελεήσατε οὖν ἑαυτούς οὓς καὶ ὁ πολέμιος ἔγωγε καὶ τῆς ἡλικίας καὶ τῆς εὐμορφίας οἰκτίρομαι
8:11 οὐ διαλογιεῖσθε τοῦτο ὅτι οὐδὲν ὑμῖν ἀπειθήσασιν πλὴν τοῦ μετὰ στρεβλῶν ἀποθανεῖν ἀπόκειται
8:12 ταῦτα δὲ λέγων ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν τιθέναι τὰ βασανιστήρια ὅπως καὶ διὰ τοῦ φόβου πείσειεν αὐτοὺς μιαροφαγῆσαι
8:13 ὡς δὲ τροχούς τε καὶ ἀρθρέμβολα στρεβλωτήριά τε καὶ τροχαντῆρας καὶ καταπέλτας καὶ λέβητας τήγανά τε καὶ δακτυλήθρας καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθεσαν ὑπολαβὼν ὁ τύραννος ἔφη
8:14 μειράκια φοβήθητε καὶ ἣν σέβεσθε δίκην ἵλεως ὑμῖν ἔσται δι᾽ ἀνάγκην παρανομήσασιν
8:15 οἱ δὲ ἀκούσαντες ἐπαγωγὰ καὶ ὁρῶντες δεινὰ οὐ μόνον οὐκ ἐφοβήθησαν ἀλλὰ καὶ ἀντεφιλοσόφησαν τῷ τυράννῳ καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαν
8:16 καίτοι λογισώμεθα εἰ δειλόψυχοί τινες ἦσαν ἐν αὐτοῖς καὶ ἄνανδροι ποίοις ἂν ἐχρήσαντο λόγοις οὐχὶ τούτοις
8:17 ὦ τάλανες ἡμεῖς καὶ λίαν ἀνόητοι βασιλέως ἡμᾶς καλοῦντος καὶ ἐπὶ εὐεργεσίᾳ παρακαλοῦντος εἰ πεισθείημεν αὐτῷ
8:18 τί βουλήμασιν κενοῖς ἑαυτοὺς εὐφραίνομεν καὶ θανατηφόρον ἀπείθειαν τολμῶμεν
8:19 οὐ φοβηθησόμεθα ἄνδρες ἀδελφοί τὰ βασανιστήρια καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλὰς καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονείαν
8:20 ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας καὶ κατοικτίρωμεν τὸ τῆς μητρὸς γῆρας
8:21 καὶ ἐνθυμηθῶμεν ὅτι ἀπειθοῦντες τεθνηξόμεθα
8:22 συγγνώσεται δὲ ἡμῖν καὶ ἡ θεία δίκη δι᾽ ἀνάγκην τὸν βασιλέα φοβηθεῖσιν
8:23 τί ἐξάγομεν ἑαυτοὺς τοῦ ἡδίστου βίου καὶ ἀποστεροῦμεν ἑαυτοὺς τοῦ γλυκέος κόσμου
8:24 μὴ βιαζώμεθα τὴν ἀνάγκην μηδὲ κενοδοξήσωμεν ἐπὶ τῇ ἑαυτῶν στρέβλῃ
8:25 οὐδ᾽ αὐτὸς ὁ νόμος ἑκουσίως ἡμᾶς θανατοῖ φοβηθέντας τὰ βασανιστήρια
8:26 πόθεν ἡμῖν ἡ τοσαύτη ἐντέτηκε φιλονεικία καὶ ἡ θανατηφόρος ἀρέσκει καρτερία παρὸν μετὰ ἀταραξίας ζῆν τῷ βασιλεῖ πεισθέντας
8:27 ἀλλὰ τούτων οὐδὲν εἶπον οἱ νεανίαι βασανίζεσθαι μέλλοντες οὐδὲ ἐνεθυμήθησαν
8:28 ἦσαν γὰρ περίφρονες τῶν παθῶν καὶ αὐτοκράτορες τῶν ἀλγηδόνων
8:29 ὥστε ἅμα τῷ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοῖς μιαροφαγῆσαι πάντες διὰ μιᾶς φωνῆς ὁμοῦ ὥσπερ ἀπὸ τῆς αὐτῆς ψυχῆς εἶπον


  1. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 01

    Category4 Maccabees
    Read More
  2. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 02

    Category4 Maccabees
    Read More
  3. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 03

    Category4 Maccabees
    Read More
  4. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 04

    Category4 Maccabees
    Read More
  5. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 05

    Category4 Maccabees
    Read More
  6. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 06

    Category4 Maccabees
    Read More
  7. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 07

    Category4 Maccabees
    Read More
  8. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 08

    Category4 Maccabees
    Read More
  9. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 09

    Category4 Maccabees
    Read More
  10. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 10

    Category4 Maccabees
    Read More
  11. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 11

    Category4 Maccabees
    Read More
  12. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 12

    Category4 Maccabees
    Read More
  13. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 13

    Category4 Maccabees
    Read More
  14. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 14

    Category4 Maccabees
    Read More
  15. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 15

    Category4 Maccabees
    Read More
  16. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 16

    Category4 Maccabees
    Read More
  17. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 17

    Category4 Maccabees
    Read More
  18. Greek LXX(Rahlps), 4 Maccabees, Chapter 18

    Category4 Maccabees
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소