Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

5:1 προκαθίσας γέ τοι μετὰ τῶν συνέδρων ὁ τύραννος Ἀντίοχος ἐπί τινος ὑψηλοῦ τόπου καὶ τῶν στρατευμάτων αὐτῷ παρεστηκότων κυκλόθεν ἐνόπλων
5:2 παρεκέλευεν τοῖς δορυφόροις ἕνα ἕκαστον Εβραῖον ἐπισπᾶσθαι καὶ κρεῶν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι
5:3 εἰ δέ τινες μὴ θέλοιεν μιαροφαγῆσαι τούτους τροχισθέντας ἀναιρεθῆναι
5:4 πολλῶν δὲ συναρπασθέντων εἷς πρῶτος ἐκ τῆς ἀγέλης ὀνόματι Ελεαζαρος τὸ γένος ἱερεύς τὴν ἐπιστήμην νομικὸς καὶ τὴν ἡλικίαν προήκων καὶ πολλοῖς τῶν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος παρήχθη πλησίον αὐτοῦ
5:5 καὶ αὐτὸν ἰδὼν ὁ Ἀντίοχος ἔφη
5:6 ἐγὼ πρὶν ἄρξασθαι τῶν κατὰ σοῦ βασάνων ὦ πρεσβῦτα συμβουλεύσαιμ᾽ ἄν σοι ταῦτα ὅπως ἀπογευσάμενος τῶν ὑείων σῴζοιο
5:7 αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιάν ἣν μετὰ τοσοῦτον ἔχων χρόνον οὔ μοι δοκεῖς φιλοσοφεῖν τῇ Ιουδαίων χρώμενος θρησκείᾳ
5:8 διὰ τί γὰρ τῆς φύσεως κεχαρισμένης καλλίστην τὴν τοῦδε τοῦ ζῴου σαρκοφαγίαν βδελύττῃ
5:9 καὶ γὰρ ἀνόητον τοῦτο τὸ μὴ ἀπολαύειν τῶν χωρὶς ὀνείδους ἡδέων καὶ ἄδικον ἀποστρέφεσθαι τὰς τῆς φύσεως χάριτας
5:10 σὺ δέ μοι καὶ ἀνοητότερον ποιήσειν δοκεῖς εἰ κενοδοξῶν περὶ τὸ ἀληθὲς ἔτι κἀμοῦ καταφρονήσεις ἐπὶ τῇ ἰδίᾳ τιμωρίᾳ
5:11 οὐκ ἐξυπνώσεις ἀπὸ τῆς φλυάρου φιλοσοφίας ὑμῶν καὶ ἀποσκεδάσεις τῶν λογισμῶν σου τὸν λῆρον καὶ ἄξιον τῆς ἡλικίας ἀναλαβὼν νοῦν φιλοσοφήσεις τὴν τοῦ συμφέροντος ἀλήθειαν
5:12 καὶ προσκυνήσας μου τὴν φιλάνθρωπον παρηγορίαν οἰκτιρήσεις τὸ σεαυτοῦ γῆρας
5:13 καὶ γὰρ ἐνθυμήθητι ὡς εἰ καί τίς ἐστιν τῆσδε τῆς θρησκείας ὑμῶν ἐποπτικὴ δύναμις συγγνωμονήσειεν ἄν σοι ἐπὶ πάσῃ δι᾽ ἀνάγκην παρανομίᾳ γινομένῃ
5:14 τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοφαγίαν ἐποτρύνοντος τοῦ τυράννου λόγον ᾔτησεν ὁ Ελεαζαρος
5:15 καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν ἤρξατο δημηγορεῖν οὕτως
5:16 ἡμεῖς Ἀντίοχε θείῳ πεπεισμένοι νόμῳ πολιτεύεσθαι οὐδεμίαν ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας
5:17 διὸ δὴ κατ᾽ οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν
5:18 καίτοι εἰ κατὰ ἀλήθειαν μὴ ἦν ὁ νόμος ἡμῶν ὡς ὑπολαμβάνεις θεῖος ἄλλως δὲ ἐνομίζομεν αὐτὸν εἶναι θεῖον οὐδὲ οὕτως ἐξὸν ἦν ἡμῖν τὴν ἐπὶ τῇ εὐσεβείᾳ δόξαν ἀκυρῶσαι
5:19 μὴ μικρὰν οὖν εἶναι νομίσῃς ταύτην εἰ μιαροφαγήσαιμεν ἁμαρτίαν
5:20 τὸ γὰρ ἐπὶ μικροῖς καὶ μεγάλοις παρανομεῖν ἰσοδύναμόν ἐστιν
5:21 δι᾽ ἑκατέρου γὰρ ὡς ὁμοίως ὁ νόμος ὑπερηφανεῖται
5:22 χλευάζεις δὲ ἡμῶν τὴν φιλοσοφίαν ὥσπερ οὐ μετὰ εὐλογιστίας ἐν αὐτῇ βιούντων
5:23 σωφροσύνην τε γὰρ ἡμᾶς ἐκδιδάσκει ὥστε πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν καὶ ἀνδρείαν ἐξασκεῖ ὥστε πάντα πόνον ἑκουσίως ὑπομένειν
5:24 καὶ δικαιοσύνην παιδεύει ὥστε διὰ πάντων τῶν ἠθῶν ἰσονομεῖν καὶ εὐσέβειαν ἐκδιδάσκει ὥστε μόνον τὸν ὄντα θεὸν σέβειν μεγαλοπρεπῶς
5:25 διὸ οὐ μιαροφαγοῦμεν πιστεύοντες γὰρ θεοῦ καθεστάναι τὸν νόμον οἴδαμεν ὅτι κατὰ φύσιν ἡμῖν συμπαθεῖ νομοθετῶν ὁ τοῦ κόσμου κτίστης
5:26 τὰ μὲν οἰκειωθησόμενα ἡμῶν ταῖς ψυχαῖς ἐπέτρεψεν ἐσθίειν τὰ δὲ ἐναντιωθησόμενα ἐκώλυσεν σαρκοφαγεῖν
5:27 τυραννικὸν δὲ οὐ μόνον ἀναγκάζειν ἡμᾶς παρανομεῖν ἀλλὰ καὶ ἐσθίειν ὅπως τῇ ἐχθίστῃ ἡμῶν μιαροφαγίᾳ ταύτῃ ἐπεγγελάσῃς
5:28 ἀλλ᾽ οὐ γελάσεις κατ᾽ ἐμοῦ τοῦτον τὸν γέλωτα
5:29 οὔτε τοὺς ἱεροὺς τῶν προγόνων περὶ τοῦ φυλάξαι τὸν νόμον ὅρκους οὐ παρήσω
5:30 οὐδ᾽ ἂν ἐκκόψειάς μου τὰ ὄμματα καὶ τὰ σπλάγχνα μου τήξειας
5:31 οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν
5:32 πρὸς ταῦτα τροχοὺς εὐτρέπιζε καὶ τὸ πῦρ ἐκφύσα σφοδρότερον
5:33 οὐχ οὕτως οἰκτίρομαι τὸ ἐμαυτοῦ γῆρας ὥστε δι᾽ ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον
5:34 οὐ ψεύσομαί σε παιδευτὰ νόμε οὐδὲ ἐξομοῦμαί σε φίλη ἐγκράτεια
5:35 οὐδὲ καταισχυνῶ σε φιλόσοφε λόγε οὐδὲ ἐξαρνήσομαί σε ἱερωσύνη τιμία καὶ νομοθεσίας ἐπιστήμη
5:36 οὐδὲ μιανεῖς μου τὸ σεμνὸν γήρως στόμα οὐδὲ νομίμου βίου ἡλικίαν
5:37 ἁγνόν με οἱ πατέρες εἰσδέξονται μὴ φοβηθέντα σου τὰς μέχρι θανάτου ἀνάγκας
5:38 ἀσεβῶν μὲν γὰρ τυραννήσεις τῶν δὲ ἐμῶν ὑπὲρ τῆς εὐσεβείας λογισμῶν οὔτε λόγοις δεσπόσεις οὔτε δι᾽ ἔργων


List of Articles
번호 분류 제목
234 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 01
233 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 02
232 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 03
231 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 04
230 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 05
229 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 06
228 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 07
227 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 08
226 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 09
225 Judith Greek LXX(Rahlps), Judith, Chapter 01
224 Judith Greek LXX(Rahlps), Judith, Chapter 02
223 Judith Greek LXX(Rahlps), Judith, Chapter 03
222 Judith Greek LXX(Rahlps), Judith, Chapter 04
221 Judith Greek LXX(Rahlps), Judith, Chapter 05
220 Judith Greek LXX(Rahlps), Judith, Chapter 06
219 Judith Greek LXX(Rahlps), Judith, Chapter 07
218 Judith Greek LXX(Rahlps), Judith, Chapter 08
217 Judith Greek LXX(Rahlps), Judith, Chapter 09
216 Judith Greek LXX(Rahlps), Judith, Chapter 10
215 Judith Greek LXX(Rahlps), Judith, Chapter 11
214 Judith Greek LXX(Rahlps), Judith, Chapter 12
213 Judith Greek LXX(Rahlps), Judith, Chapter 13
212 Judith Greek LXX(Rahlps), Judith, Chapter 14
211 Judith Greek LXX(Rahlps), Judith, Chapter 15
210 Judith Greek LXX(Rahlps), Judith, Chapter 16
209 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 01
208 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 02
207 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 03
206 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 04
205 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 05
204 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 06
203 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 07
202 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 08
201 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 09
200 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 10
199 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 11
198 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 12
197 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 13
196 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 14
195 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 01
194 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 02
193 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 03
192 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 04
191 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 05
190 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 06
189 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 07
188 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 08
187 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 09
186 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 10
185 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 11
목록
Board Pagination Prev 1 2 3 4 5 Next
/ 5

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소