Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

4:1 πάντῃ δέ ὅπου προσέπιπτεν τοῦτο τὸ πρόσταγμα δημοτελὴς συνίστατο τοῖς ἔθνεσιν εὐωχία μετὰ ἀλαλαγμῶν καὶ χαρᾶς ὡς ἂν τῆς προκατεσκιρωμένης αὐτοῖς πάλαι κατὰ διάνοιαν μετὰ παρρησίας νῦν ἐκφαινομένης ἀπεχθείας
4:2 τοῖς δὲ Ιουδαίοις ἄληκτον πένθος ἦν καὶ πανόδυρτος μετὰ δακρύων βοὴ στεναγμοῖς πεπυρωμένης πάντοθεν αὐτῶν τῆς καρδίας ὀλοφυρομένων τὴν ἀπροσδόκητον ἐξαίφνης αὐτοῖς ἐπικριθεῖσαν ὀλεθρίαν
4:3 τίς νομὸς ἢ πόλις ἢ τίς τὸ σύνολον οἰκητὸς τόπος ἢ τίνες ἀγυιαὶ κοπετοῦ καὶ γόων ἐπ᾽ αὐτοῖς οὐκ ἐνεπιπλῶντο
4:4 οὕτως γὰρ μετὰ πικρίας ἀνοίκτου ψυχῆς ὑπὸ τῶν κατὰ πόλιν στρατηγῶν ὁμοθυμαδὸν ἐξαπεστέλλοντο ὥστε ἐπὶ ταῖς ἐξάλλοις τιμωρίαις καί τινας τῶν ἐχθρῶν λαμβάνοντας πρὸ τῶν ὀφθαλμῶν τὸν κοινὸν ἔλεον καὶ λογιζομένους τὴν ἄδηλον τοῦ βίου καταστροφὴν δακρύειν αὐτῶν τὴν δυσάθλιον ἐξαποστολήν
4:5 ἤγετο γὰρ γεραιῶν πλῆθος πολιᾷ πεπυκασμένων τὴν ἐκ τοῦ γήρως νωθρότητα ποδῶν ἐπίκυφον ἀνατροπῆς ὁρμῇ βιαίας ἁπάσης αἰδοῦς ἄνευ πρὸς ὀξεῖαν καταχρωμένων πορείαν
4:6 αἱ δὲ ἄρτι πρὸς βίου κοινωνίαν γαμικὸν ὑπεληλυθυῖαι παστὸν νεάνιδες ἀντὶ τέρψεως μεταλαβοῦσαι γόους καὶ κόνει τὴν μυροβρεχῆ πεφυρμέναι κόμην ἀκαλύπτως δὲ ἀγόμεναι θρῆνον ἀνθ᾽ ὑμεναίων ὁμοθυμαδὸν ἐξῆρχον ὡς ἐσπαραγμέναι σκυλμοῖς ἀλλοεθνέσιν
4:7 δέσμιαι δὲ δημοσίᾳ μέχρι τῆς εἰς τὸ πλοῖον ἐμβολῆς εἵλκοντο μετὰ βίας
4:8 οἵ τε τούτων συνζυγεῖς βρόχοις ἀντὶ στεφέων τοὺς αὐχένας περιπεπλεγμένοι μετὰ ἀκμαίας νεανικῆς ἡλικίας ἀντὶ εὐωχίας καὶ νεωτερικῆς ῥᾳθυμίας τὰς ἐπιλοίπους τῶν γάμων ἡμέρας ἐν θρήνοις διῆγον παρὰ πόδας ἤδη τὸν ᾅδην ὁρῶντες κείμενον
4:9 κατήχθησαν δὲ θηρίων τρόπον ἀγόμενοι σιδηροδέσμοις ἀνάγκαις οἱ μὲν τοῖς ζυγοῖς τῶν πλοίων προσηλωμένοι τοὺς τραχήλους οἱ δὲ τοὺς πόδας ἀρρήκτοις κατησφαλισμένοι πέδαις
4:10 ἔτι καὶ τῷ καθύπερθε πυκνῷ σανιδώματι διακειμένῳ ὅπως πάντοθεν ἐσκοτισμένοι τοὺς ὀφθαλμοὺς ἀγωγὴν ἐπιβούλων ἐν παντὶ τῷ κατάπλῳ λαμβάνωσιν
4:11 τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχθέντων καὶ τοῦ παράπλου περανθέντος καθὼς ἦν δεδογματισμένον τῷ βασιλεῖ προσέταξεν αὐτοὺς ἐν τῷ πρὸ τῆς πόλεως ἱπποδρόμῳ παρεμβαλεῖν ἀπλάτῳ καθεστῶτι περιμέτρῳ καὶ πρὸς παραδειγματισμὸν ἄγαν εὐκαιροτάτῳ καθεστῶτι πᾶσι τοῖς καταπορευομένοις εἰς τὴν πόλιν καὶ τοῖς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν πρὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτοῦ κοινωνεῖν μηδὲ τὸ σύνολον καταξιῶσαι περιβόλων
4:12 ὡς δὲ τοῦτο ἐγενήθη ἀκούσας τοὺς ἐκ τῆς πόλεως ὁμοεθνεῖς κρυβῇ ἐκπορευομένους πυκνότερον ἀποδύρεσθαι τὴν ἀκλεῆ τῶν ἀδελφῶν ταλαιπωρίαν
4:13 διοργισθεὶς προσέταξεν καὶ τούτοις ὁμοῦ τὸν αὐτὸν τρόπον ἐπιμελῶς ὡς ἐκείνοις ποιῆσαι μὴ λειπομένοις κατὰ μηδένα τρόπον τῆς ἐκείνων τιμωρίας
4:14 ἀπογραφῆναι δὲ πᾶν τὸ φῦλον ἐξ ὀνόματος οὐκ εἰς τὴν ἔμπροσθεν βραχεῖ προδεδηλωμένην τῶν ἔργων κατάπονον λατρείαν στρεβλωθέντας δὲ ταῖς παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀφανίσαι μιᾶς ὑπὸ καιρὸν ἡμέρας
4:15 ἐγίνετο μὲν οὖν ἡ τούτων ἀπογραφὴ μετὰ πικρᾶς σπουδῆς καὶ φιλοτίμου προσεδρείας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσαράκοντα
4:16 μεγάλως δὲ καὶ διηνεκῶς ὁ βασιλεὺς χαρᾷ πεπληρωμένος συμπόσια ἐπὶ πάντων τῶν εἰδώλων συνιστάμενος πεπλανημένῃ πόρρω τῆς ἀληθείας φρενὶ καὶ βεβήλῳ στόματι τὰ μὲν κωφὰ καὶ μὴ δυνάμενα αὐτοῖς λαλεῖν ἢ ἀρήγειν ἐπαινῶν εἰς δὲ τὸν μέγιστον θεὸν τὰ μὴ καθήκοντα λαλῶν
4:17 μετὰ δὲ τὸ προειρημένον τοῦ χρόνου διάστημα προσηνέγκαντο οἱ γραμματεῖς τῷ βασιλεῖ μηκέτι ἰσχύειν τὴν τῶν Ιουδαίων ἀπογραφὴν ποιεῖσθαι διὰ τὴν ἀμέτρητον αὐτῶν πληθὺν
4:18 καίπερ ὄντων ἔτι κατὰ τὴν χώραν τῶν πλειόνων τῶν μὲν κατὰ τὰς οἰκίας ἔτι συνεστηκότων τῶν δὲ καὶ κατὰ τόπον ὡς ἀδυνάτου καθεστῶτος πᾶσιν τοῖς ἐπ᾽ Αἴγυπτον στρατηγοῖς
4:19 ἀπειλήσαντος δὲ αὐτοῖς σκληρότερον ὡς δεδωροκοπημένοις εἰς μηχανὴν τῆς ἐκφυγῆς συνέβη σαφῶς αὐτὸν περὶ τούτου πιστωθῆναι
4:20 λεγόντων μετὰ ἀποδείξεως καὶ τὴν χαρτηρίαν ἤδη καὶ τοὺς γραφικοὺς καλάμους ἐν οἷς ἐχρῶντο ἐκλελοιπέναι
4:21 τοῦτο δὲ ἦν ἐνέργεια τῆς τοῦ βοηθοῦντος τοῖς Ιουδαίοις ἐξ οὐρανοῦ προνοίας ἀνικήτου


List of Articles
번호 분류 제목
234 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 01
233 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 02
232 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 03
231 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 04
230 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 05
229 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 06
228 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 07
227 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 08
226 1 Esdras Greek LXX(Rahlps), 1 Esdras, Chapter 09
225 Judith Greek LXX(Rahlps), Judith, Chapter 01
224 Judith Greek LXX(Rahlps), Judith, Chapter 02
223 Judith Greek LXX(Rahlps), Judith, Chapter 03
222 Judith Greek LXX(Rahlps), Judith, Chapter 04
221 Judith Greek LXX(Rahlps), Judith, Chapter 05
220 Judith Greek LXX(Rahlps), Judith, Chapter 06
219 Judith Greek LXX(Rahlps), Judith, Chapter 07
218 Judith Greek LXX(Rahlps), Judith, Chapter 08
217 Judith Greek LXX(Rahlps), Judith, Chapter 09
216 Judith Greek LXX(Rahlps), Judith, Chapter 10
215 Judith Greek LXX(Rahlps), Judith, Chapter 11
214 Judith Greek LXX(Rahlps), Judith, Chapter 12
213 Judith Greek LXX(Rahlps), Judith, Chapter 13
212 Judith Greek LXX(Rahlps), Judith, Chapter 14
211 Judith Greek LXX(Rahlps), Judith, Chapter 15
210 Judith Greek LXX(Rahlps), Judith, Chapter 16
209 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 01
208 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 02
207 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 03
206 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 04
205 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 05
204 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 06
203 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 07
202 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 08
201 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 09
200 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 10
199 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 11
198 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 12
197 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 13
196 Tobit Greek LXX(Rahlps), Tobit, Chapter 14
195 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 01
194 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 02
193 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 03
192 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 04
191 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 05
190 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 06
189 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 07
188 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 08
187 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 09
186 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 10
185 Tobit (S) Greek LXX(Rahlps), Tobit (S), Chapter 11
목록
Board Pagination Prev 1 2 3 4 5 Next
/ 5

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소