Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

15:1 ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ιουδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν
15:2 τῶν δὲ κατὰ ἀνάγκην συνεπομένων αὐτῷ Ιουδαίων λεγόντων μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐφορῶντος μεθ᾽ ἁγιότητος ἡμέρᾳ
15:3 ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν
15:4 τῶν δ᾽ ἀποφηναμένων ἔστιν ὁ κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα
15:5 ὁ δὲ ἕτερος κἀγώ φησιν δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα
15:6 καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν διεγνώκει κοινὸν τῶν περὶ τὸν Ιουδαν συστήσασθαι τρόπαιον
15:7 ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ τοῦ κυρίου
15:8 καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ᾽ οὐρανοῦ βοηθήματα καὶ τὰ νῦν προσδοκᾶν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην
15:9 καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας οὓς ἦσαν ἐκτετελεκότες προθυμοτέρους αὐτοὺς κατέστησεν
15:10 καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν
15:11 ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας ηὔφρανεν
15:12 ἦν δὲ ἡ τούτου θεωρία τοιάδε Ονιαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν αἰδήμονα μὲν τὴν ἀπάντησιν πρᾶον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν Ιουδαίων συστήματι
15:13 εἶθ᾽ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν
15:14 ἀποκριθέντα δὲ τὸν Ονιαν εἰπεῖν ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ιερεμιας ὁ τοῦ θεοῦ προφήτης
15:15 προτείναντα δὲ Ιερεμιαν τὴν δεξιὰν παραδοῦναι τῷ Ιουδα ῥομφαίαν χρυσῆν διδόντα δὲ προσφωνῆσαι τάδε
15:16 λαβὲ τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ θεοῦ δι᾽ ἧς θραύσεις τοὺς ὑπεναντίους
15:17 παρακληθέντες δὲ τοῖς Ιουδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ᾽ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι διέγνωσαν μὴ στρατεύεσθαι γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν
15:18 ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος
15:19 ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς
15:20 καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη προσμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης
15:21 συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν θηρίων ἀγριότητα ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον γινώσκων ὅτι οὐκ ἔστιν δι᾽ ὅπλων καθὼς δὲ ἐὰν αὐτῷ κριθῇ τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην
15:22 ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον σύ δέσποτα ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηριμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας
15:23 καὶ νῦν δυνάστα τῶν οὐρανῶν ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον
15:24 μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν
15:25 οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον
15:26 οἱ δὲ περὶ τὸν Ιουδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις
15:27 καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι ταῖς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων τῇ τοῦ θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ
15:28 γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ
15:29 γενομένης δὲ κραυγῆς καὶ ταραχῆς εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ φωνῇ
15:30 καὶ προσέταξεν ὁ καθ᾽ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς Ιεροσόλυμα
15:31 παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας
15:32 καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν
15:33 καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις τὰ δ᾽ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι
15:34 οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ κύριον λέγοντες εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον
15:35 ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν καὶ φανερὸν τῆς τοῦ κυρίου βοηθείας σημεῖον
15:36 ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς Αδαρ λέγεται τῇ Συριακῇ φωνῇ πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας
15:37 τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως καὶ ἀπ᾽ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Εβραίων καὶ αὐτὸς αὐτόθι τὸν λόγον καταπαύσω
15:38 καὶ εἰ μὲν καλῶς εὐθίκτως τῇ συντάξει τοῦτο καὶ αὐτὸς ἤθελον εἰ δὲ εὐτελῶς καὶ μετρίως τοῦτο ἐφικτὸν ἦν μοι
15:39 καθάπερ γὰρ οἶνον κατὰ μόνας πίνειν ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει ἐνταῦθα δὲ ἔσται ἡ τελευτή


  1. Greek LXX(Rahlps), Genesis, Chapter 01

    CategoryGenesis
    Read More
  2. Greek LXX(Rahlps), Genesis, Chapter 02

    CategoryGenesis
    Read More
  3. Greek LXX(Rahlps), Genesis, Chapter 03

    CategoryGenesis
    Read More
  4. Greek LXX(Rahlps), Genesis, Chapter 04

    CategoryGenesis
    Read More
  5. Greek LXX(Rahlps), Genesis, Chapter 05

    CategoryGenesis
    Read More
  6. Greek LXX(Rahlps), Genesis, Chapter 06

    CategoryGenesis
    Read More
  7. Greek LXX(Rahlps), Genesis, Chapter 07

    CategoryGenesis
    Read More
  8. Greek LXX(Rahlps), Genesis, Chapter 08

    CategoryGenesis
    Read More
  9. Greek LXX(Rahlps), Genesis, Chapter 09

    CategoryGenesis
    Read More
  10. Greek LXX(Rahlps), Genesis, Chapter 10

    CategoryGenesis
    Read More
  11. Greek LXX(Rahlps), Genesis, Chapter 11

    CategoryGenesis
    Read More
  12. Greek LXX(Rahlps), Genesis, Chapter 12

    CategoryGenesis
    Read More
  13. Greek LXX(Rahlps), Genesis, Chapter 13

    CategoryGenesis
    Read More
  14. Greek LXX(Rahlps), Genesis, Chapter 14

    CategoryGenesis
    Read More
  15. Greek LXX(Rahlps), Genesis, Chapter 15

    CategoryGenesis
    Read More
  16. Greek LXX(Rahlps), Genesis, Chapter 16

    CategoryGenesis
    Read More
  17. Greek LXX(Rahlps), Genesis, Chapter 17

    CategoryGenesis
    Read More
  18. Greek LXX(Rahlps), Genesis, Chapter 18

    CategoryGenesis
    Read More
  19. Greek LXX(Rahlps), Genesis, Chapter 19

    CategoryGenesis
    Read More
  20. Greek LXX(Rahlps), Genesis, Chapter 20

    CategoryGenesis
    Read More
  21. Greek LXX(Rahlps), Genesis, Chapter 21

    CategoryGenesis
    Read More
  22. Greek LXX(Rahlps), Genesis, Chapter 22

    CategoryGenesis
    Read More
  23. Greek LXX(Rahlps), Genesis, Chapter 23

    CategoryGenesis
    Read More
  24. Greek LXX(Rahlps), Genesis, Chapter 24

    CategoryGenesis
    Read More
  25. Greek LXX(Rahlps), Genesis, Chapter 25

    CategoryGenesis
    Read More
  26. Greek LXX(Rahlps), Genesis, Chapter 26

    CategoryGenesis
    Read More
  27. Greek LXX(Rahlps), Genesis, Chapter 27

    CategoryGenesis
    Read More
  28. Greek LXX(Rahlps), Genesis, Chapter 28

    CategoryGenesis
    Read More
  29. Greek LXX(Rahlps), Genesis, Chapter 29

    CategoryGenesis
    Read More
  30. Greek LXX(Rahlps), Genesis, Chapter 30

    CategoryGenesis
    Read More
  31. Greek LXX(Rahlps), Genesis, Chapter 31

    CategoryGenesis
    Read More
  32. Greek LXX(Rahlps), Genesis, Chapter 32

    CategoryGenesis
    Read More
  33. Greek LXX(Rahlps), Genesis, Chapter 33

    CategoryGenesis
    Read More
  34. Greek LXX(Rahlps), Genesis, Chapter 34

    CategoryGenesis
    Read More
  35. Greek LXX(Rahlps), Genesis, Chapter 35

    CategoryGenesis
    Read More
  36. Greek LXX(Rahlps), Genesis, Chapter 36

    CategoryGenesis
    Read More
  37. Greek LXX(Rahlps), Genesis, Chapter 37

    CategoryGenesis
    Read More
  38. Greek LXX(Rahlps), Genesis, Chapter 38

    CategoryGenesis
    Read More
  39. Greek LXX(Rahlps), Genesis, Chapter 39

    CategoryGenesis
    Read More
  40. Greek LXX(Rahlps), Genesis, Chapter 40

    CategoryGenesis
    Read More
  41. Greek LXX(Rahlps), Genesis, Chapter 41

    CategoryGenesis
    Read More
  42. Greek LXX(Rahlps), Genesis, Chapter 42

    CategoryGenesis
    Read More
  43. Greek LXX(Rahlps), Genesis, Chapter 43

    CategoryGenesis
    Read More
  44. Greek LXX(Rahlps), Genesis, Chapter 44

    CategoryGenesis
    Read More
  45. Greek LXX(Rahlps), Genesis, Chapter 45

    CategoryGenesis
    Read More
  46. Greek LXX(Rahlps), Genesis, Chapter 46

    CategoryGenesis
    Read More
  47. Greek LXX(Rahlps), Genesis, Chapter 47

    CategoryGenesis
    Read More
  48. Greek LXX(Rahlps), Genesis, Chapter 48

    CategoryGenesis
    Read More
  49. Greek LXX(Rahlps), Genesis, Chapter 49

    CategoryGenesis
    Read More
  50. Greek LXX(Rahlps), Genesis, Chapter 50

    CategoryGenesis
    Read More
  51. Greek LXX(Rahlps), Exodus, Chapter 01

    CategoryExodus
    Read More
  52. Greek LXX(Rahlps), Exodus, Chapter 02

    CategoryExodus
    Read More
  53. Greek LXX(Rahlps), Exodus, Chapter 03

    CategoryExodus
    Read More
  54. Greek LXX(Rahlps), Exodus, Chapter 04

    CategoryExodus
    Read More
  55. Greek LXX(Rahlps), Exodus, Chapter 05

    CategoryExodus
    Read More
  56. Greek LXX(Rahlps), Exodus, Chapter 06

    CategoryExodus
    Read More
  57. Greek LXX(Rahlps), Exodus, Chapter 07

    CategoryExodus
    Read More
  58. Greek LXX(Rahlps), Exodus, Chapter 08

    CategoryExodus
    Read More
  59. Greek LXX(Rahlps), Exodus, Chapter 09

    CategoryExodus
    Read More
  60. Greek LXX(Rahlps), Exodus, Chapter 10

    CategoryExodus
    Read More
  61. Greek LXX(Rahlps), Exodus, Chapter 11

    CategoryExodus
    Read More
  62. Greek LXX(Rahlps), Exodus, Chapter 12

    CategoryExodus
    Read More
  63. Greek LXX(Rahlps), Exodus, Chapter 13

    CategoryExodus
    Read More
  64. Greek LXX(Rahlps), Exodus, Chapter 14

    CategoryExodus
    Read More
  65. Greek LXX(Rahlps), Exodus, Chapter 15

    CategoryExodus
    Read More
  66. Greek LXX(Rahlps), Genesis, Chapter 16

    CategoryExodus
    Read More
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소