Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

3:1 τῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ονιου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν
3:2 συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν
3:3 ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα
3:4 Σιμων δέ τις ἐκ τῆς Βενιαμιν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας
3:5 καὶ νικῆσαι τὸν Ονιαν μὴ δυνάμενος ἦλθεν πρὸς Ἀπολλώνιον Θαρσεου τὸν κατ᾽ ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν
3:6 καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοφυλάκιον ὥστε τὸ πλῆθος τῶν διαφόρων ἀναρίθμητον εἶναι καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα
3:7 συμμείξας δὲ ὁ Ἀπολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν ὁ δὲ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι
3:8 εὐθέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν πορείαν τῇ μὲν ἐμφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεῦσαι τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελεῖν
3:9 παραγενηθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθεὶς ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ καὶ τίνος ἕνεκεν πάρεστιν διεσάφησεν ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει
3:10 τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν
3:11 τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβιου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου οὕτως ἦν διαβάλλων ὁ δυσσεβὴς Σιμων τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα χρυσίου δὲ διακόσια
3:12 ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι
3:13 ὁ δὲ Ἡλιόδωρος δι᾽ ἃς εἶχεν βασιλικὰς ἐντολάς πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι
3:14 ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων ἦν δὲ οὐ μικρὰ καθ᾽ ὅλην τὴν πόλιν ἀγωνία
3:15 οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῶα διαφυλάξαι
3:16 ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν
3:17 περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος δι᾽ ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος
3:18 ἔτι δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον
3:19 ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον αἱ δὲ κατάκλειστοι τῶν παρθένων αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας αἱ δὲ ἐπὶ τὰ τείχη τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον
3:20 πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν
3:21 ἐλεεῖν δ᾽ ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίαν
3:22 οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παγκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας
3:23 ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει
3:24 αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι
3:25 ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος φερόμενος δὲ ῥύδην ἐνέσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων
3:26 ἕτεροι δὲ δύο προσεφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς κάλλιστοι δὲ τὴν δόξαν διαπρεπεῖς δὲ τὴν περιβολήν οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς
3:27 ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορεῖον ἐνθέντες
3:28 τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα φανερῶς τὴν τοῦ θεοῦ δυναστείαν ἐπεγνωκότες
3:29 καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο
3:30 οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιφανέντος κυρίου χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο
3:31 ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασθαι τὸν ὕψιστον καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ
3:32 ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεὺς μήποτε διάλημψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ιουδαίων συντετελέσθαι προσήγαγεν θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας
3:33 ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ κύριος
3:34 σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ θεοῦ κράτος ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο
3:35 ὁ δὲ Ἡλιόδωρος θυσίαν ἀνενέγκας τῷ κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν Ονιαν ἀποδεξάμενος ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα
3:36 ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ᾽ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου θεοῦ
3:37 τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ιεροσόλυμα ἔφησεν
3:38 εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον πέμψον αὐτὸν ἐκεῖ καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ ἐάνπερ καὶ διασωθῇ διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα θεοῦ δύναμιν
3:39 αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει
3:40 καὶ τὰ μὲν κατὰ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν


List of Articles
번호 분류 제목
1425 Revelation Greek NA28 NT, Revelation, Chapter 22
1424 Revelation Greek NA28 NT, Revelation, Chapter 21
1423 Revelation Greek NA28 NT, Revelation, Chapter 20
1422 Revelation Greek NA28 NT, Revelation, Chapter 19
1421 Revelation Greek NA28 NT, Revelation, Chapter 18
1420 Revelation Greek NA28 NT, Revelation, Chapter 17
1419 Revelation Greek NA28 NT, Revelation, Chapter 16
1418 Revelation Greek NA28 NT, Revelation, Chapter 15
1417 Revelation Greek NA28 NT, Revelation, Chapter 14
1416 Revelation Greek NA28 NT, Revelation, Chapter 13
1415 Revelation Greek NA28 NT, Revelation, Chapter 12
1414 Revelation Greek NA28 NT, Revelation, Chapter 11
1413 Revelation Greek NA28 NT, Revelation, Chapter 10
1412 Revelation Greek NA28 NT, Revelation, Chapter 09
1411 Revelation Greek NA28 NT, Revelation, Chapter 08
1410 Revelation Greek NA28 NT, Revelation, Chapter 07
1409 Revelation Greek NA28 NT, Revelation, Chapter 06
1408 Revelation Greek NA28 NT, Revelation, Chapter 05
1407 Revelation Greek NA28 NT, Revelation, Chapter 04
1406 Revelation Greek NA28 NT, Revelation, Chapter 03
1405 Revelation Greek NA28 NT, Revelation, Chapter 02
1404 Revelation Greek NA28 NT, Revelation, Chapter 01
1403 Jude Greek NA28 NT, Jude, Chapter 01
1402 3 John Greek NA28 NT, 3 John, Chapter 01
1401 2 John Greek NA28 NT, 2 John, Chapter 01
1400 1 John Greek NA28 NT, 1 John, Chapter 05
1399 1 John Greek NA28 NT, 1 John, Chapter 04
1398 1 John Greek NA28 NT, 1 John, Chapter 03
1397 1 John Greek NA28 NT, 1 John, Chapter 02
1396 1 John Greek NA28 NT, 1 John, Chapter 01
1395 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 03
1394 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 02
1393 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 01
1392 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 05
1391 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 04
1390 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 03
1389 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 02
1388 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 01
1387 James Greek NA28 NT, James, Chapter 05
1386 James Greek NA28 NT, James, Chapter 04
1385 James Greek NA28 NT, James, Chapter 03
1384 James Greek NA28 NT, James, Chapter 02
1383 James Greek NA28 NT, James, Chapter 01
1382 Hebrews Greek NA28 NT, Hebrews, Chapter 13
1381 Hebrews Greek NA28 NT, Hebrews, Chapter 12
1380 Hebrews Greek NA28 NT, Hebrews, Chapter 11
1379 Hebrews Greek NA28 NT, Hebrews, Chapter 10
1378 Hebrews Greek NA28 NT, Hebrews, Chapter 09
1377 Hebrews Greek NA28 NT, Hebrews, Chapter 08
1376 Hebrews Greek NA28 NT, Hebrews, Chapter 07
1375 Hebrews Greek NA28 NT, Hebrews, Chapter 06
1374 Hebrews Greek NA28 NT, Hebrews, Chapter 05
1373 Hebrews Greek NA28 NT, Hebrews, Chapter 04
1372 Hebrews Greek NA28 NT, Hebrews, Chapter 03
1371 Hebrews Greek NA28 NT, Hebrews, Chapter 02
1370 Hebrews Greek NA28 NT, Hebrews, Chapter 01
1369 Philemon Greek NA28 NT, Philemon, Chapter 01
1368 Titus Greek NA28 NT, Titus, Chapter 03
1367 Titus Greek NA28 NT, Titus, Chapter 02
1366 Titus Greek NA28 NT, Titus, Chapter 01
1365 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 04
1364 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 03
1363 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 02
1362 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 01
1361 1 Timothy Greek NA28 NT, 1 Timothy, Chapter 06
1360 1 Timothy Greek NA28 NT, 1 Timothy, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소