Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

7:1 ἔτους ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ῥώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ
7:2 καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ καὶ συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ
7:3 καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα καὶ εἶπεν μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν
7:4 καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις καὶ ἐκάθισεν Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ
7:5 καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ισραηλ καὶ Ἄλκιμος ἡγεῖτο αὐτῶν βουλόμενος ἱερατεύειν
7:6 καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες ἀπώλεσεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πάντας τοὺς φίλους σου καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν
7:7 νῦν οὖν ἀπόστειλον ἄνδρα ᾧ πιστεύεις καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολέθρευσιν πᾶσαν ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς
7:8 καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ
7:9 καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ισραηλ
7:10 καὶ ἀπῇρον καὶ ἦλθον μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ιουδα καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου
7:11 καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν εἶδον γὰρ ὅτι ἦλθαν μετὰ δυνάμεως πολλῆς
7:12 καὶ ἐπισυνήχθησαν πρὸς Ἄλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια
7:13 καὶ πρῶτοι οἱ Ασιδαῖοι ἦσαν ἐν υἱοῖς Ισραηλ καὶ ἐπεζήτουν παρ᾽ αὐτῶν εἰρήνην
7:14 εἶπον γάρ ἄνθρωπος ἱερεὺς ἐκ σπέρματος Ααρων ἦλθεν ἐν ταῖς δυνάμεσιν καὶ οὐκ ἀδικήσει ἡμᾶς
7:15 καὶ ἐλάλησεν μετ᾽ αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν
7:16 καὶ ἐνεπίστευσαν αὐτῷ καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον ὃν ἔγραψεν αὐτόν
7:17 σάρκας ὁσίων σου καὶ αἷμα αὐτῶν ἐξέχεαν κύκλῳ Ιερουσαλημ καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων
7:18 καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος εἰς πάντα τὸν λαόν ὅτι εἶπον οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον ὃν ὤμοσαν
7:19 καὶ ἀπῆρεν Βακχίδης ἀπὸ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βηθζαιθ καὶ ἀπέστειλεν καὶ συνέλαβεν πολλοὺς ἀπὸ τῶν μετ᾽ αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα
7:20 καὶ κατέστησεν τὴν χώραν τῷ Ἀλκίμῳ καὶ ἀφῆκεν μετ᾽ αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ καὶ ἀπῆλθεν Βακχίδης πρὸς τὸν βασιλέα
7:21 καὶ ἠγωνίσατο Ἄλκιμος περὶ τῆς ἀρχιερωσύνης
7:22 καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν καὶ κατεκράτησαν γῆν Ιουδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ισραηλ
7:23 καὶ εἶδεν Ιουδας πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν Ἄλκιμος καὶ οἱ μετ᾽ αὐτοῦ ἐν υἱοῖς Ισραηλ ὑπὲρ τὰ ἔθνη
7:24 καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς Ιουδαίας κυκλόθεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσιν τοῖς αὐτομολήσασιν καὶ ἀνεστάλησαν τοῦ ἐκπορεύεσθαι εἰς τὴν χώραν
7:25 ὡς δὲ εἶδεν Ἄλκιμος ὅτι ἐνίσχυσεν Ιουδας καὶ οἱ μετ᾽ αὐτοῦ καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά
7:26 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ Ισραηλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν
7:27 καὶ ἦλθεν Νικάνωρ εἰς Ιερουσαλημ δυνάμει πολλῇ καὶ ἀπέστειλεν πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων
7:28 μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν ἥξω ἐν ἀνδράσιν ὀλίγοις ἵνα ἴδω ὑμῶν τὰ πρόσωπα μετ᾽ εἰρήνης
7:29 καὶ ἦλθεν πρὸς Ιουδαν καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς καὶ οἱ πολέμιοι ἕτοιμοι ἦσαν ἐξαρπάσαι τὸν Ιουδαν
7:30 καὶ ἐγνώσθη ὁ λόγος τῷ Ιουδα ὅτι μετὰ δόλου ἦλθεν ἐπ᾽ αὐτόν καὶ ἐπτοήθη ἀπ᾽ αὐτοῦ καὶ οὐκ ἐβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ
7:31 καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ιουδα ἐν πολέμῳ κατὰ Χαφαρσαλαμα
7:32 καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακόσιοι ἄνδρες καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυιδ
7:33 καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς ὄρος Σιων καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως
7:34 καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηφάνως
7:35 καὶ ὤμοσεν μετὰ θυμοῦ λέγων ἐὰν μὴ παραδοθῇ Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς χεῖράς μου τὸ νῦν καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ ἐμπυριῶ τὸν οἶκον τοῦτον καὶ ἐξῆλθεν μετὰ θυμοῦ μεγάλου
7:36 καὶ εἰσῆλθον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ καὶ ἔκλαυσαν καὶ εἶπον
7:37 σὺ ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληθῆναι τὸ ὄνομά σου ἐπ᾽ αὐτοῦ εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου
7:38 ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ καὶ πεσέτωσαν ἐν ῥομφαίᾳ μνήσθητι τῶν δυσφημιῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν
7:39 καὶ ἐξῆλθεν Νικάνωρ ἐξ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βαιθωρων καὶ συνήντησεν αὐτῷ δύναμις Συρίας
7:40 καὶ Ιουδας παρενέβαλεν ἐν Αδασα ἐν τρισχιλίοις ἀνδράσιν καὶ προσηύξατο Ιουδας καὶ εἶπεν
7:41 οἱ παρὰ τοῦ βασιλέως ὅτε ἐδυσφήμησαν ἐξῆλθεν ὁ ἄγγελός σου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας
7:42 οὕτως σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον καὶ γνώτωσαν οἱ ἐπίλοιποι ὅτι κακῶς ἐλάλησεν ἐπὶ τὰ ἅγιά σου καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ
7:43 καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς Αδαρ καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ
7:44 ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσεν Νικάνωρ ῥίψαντες τὰ ὅπλα ἔφυγον
7:45 καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ Αδασα ἕως τοῦ ἐλθεῖν εἰς Γαζηρα καὶ ἐσάλπιζον ὀπίσω αὐτῶν ταῖς σάλπιγξιν τῶν σημασιῶν
7:46 καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ιουδαίας κυκλόθεν καὶ ὑπερεκέρων αὐτούς καὶ ἀπέστρεφον οὗτοι πρὸς τούτους καὶ ἔπεσον πάντες ῥομφαίᾳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς
7:47 καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλον καὶ τὴν δεξιὰν αὐτοῦ ἣν ἐξέτεινεν ὑπερηφάνως καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τῇ Ιερουσαλημ
7:48 καὶ ηὐφράνθη ὁ λαὸς σφόδρα καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλην
7:49 καὶ ἔστησαν τοῦ ἄγειν κατ᾽ ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ Αδαρ
7:50 καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἡμέρας ὀλίγας


  1. Greek LXX(Rahlps), Genesis, Chapter 01

    CategoryGenesis
    Read More
  2. Greek LXX(Rahlps), Genesis, Chapter 02

    CategoryGenesis
    Read More
  3. Greek LXX(Rahlps), Genesis, Chapter 03

    CategoryGenesis
    Read More
  4. Greek LXX(Rahlps), Genesis, Chapter 04

    CategoryGenesis
    Read More
  5. Greek LXX(Rahlps), Genesis, Chapter 05

    CategoryGenesis
    Read More
  6. Greek LXX(Rahlps), Genesis, Chapter 06

    CategoryGenesis
    Read More
  7. Greek LXX(Rahlps), Genesis, Chapter 07

    CategoryGenesis
    Read More
  8. Greek LXX(Rahlps), Genesis, Chapter 08

    CategoryGenesis
    Read More
  9. Greek LXX(Rahlps), Genesis, Chapter 09

    CategoryGenesis
    Read More
  10. Greek LXX(Rahlps), Genesis, Chapter 10

    CategoryGenesis
    Read More
  11. Greek LXX(Rahlps), Genesis, Chapter 11

    CategoryGenesis
    Read More
  12. Greek LXX(Rahlps), Genesis, Chapter 12

    CategoryGenesis
    Read More
  13. Greek LXX(Rahlps), Genesis, Chapter 13

    CategoryGenesis
    Read More
  14. Greek LXX(Rahlps), Genesis, Chapter 14

    CategoryGenesis
    Read More
  15. Greek LXX(Rahlps), Genesis, Chapter 15

    CategoryGenesis
    Read More
  16. Greek LXX(Rahlps), Genesis, Chapter 16

    CategoryGenesis
    Read More
  17. Greek LXX(Rahlps), Genesis, Chapter 17

    CategoryGenesis
    Read More
  18. Greek LXX(Rahlps), Genesis, Chapter 18

    CategoryGenesis
    Read More
  19. Greek LXX(Rahlps), Genesis, Chapter 19

    CategoryGenesis
    Read More
  20. Greek LXX(Rahlps), Genesis, Chapter 20

    CategoryGenesis
    Read More
  21. Greek LXX(Rahlps), Genesis, Chapter 21

    CategoryGenesis
    Read More
  22. Greek LXX(Rahlps), Genesis, Chapter 22

    CategoryGenesis
    Read More
  23. Greek LXX(Rahlps), Genesis, Chapter 23

    CategoryGenesis
    Read More
  24. Greek LXX(Rahlps), Genesis, Chapter 24

    CategoryGenesis
    Read More
  25. Greek LXX(Rahlps), Genesis, Chapter 25

    CategoryGenesis
    Read More
  26. Greek LXX(Rahlps), Genesis, Chapter 26

    CategoryGenesis
    Read More
  27. Greek LXX(Rahlps), Genesis, Chapter 27

    CategoryGenesis
    Read More
  28. Greek LXX(Rahlps), Genesis, Chapter 28

    CategoryGenesis
    Read More
  29. Greek LXX(Rahlps), Genesis, Chapter 29

    CategoryGenesis
    Read More
  30. Greek LXX(Rahlps), Genesis, Chapter 30

    CategoryGenesis
    Read More
  31. Greek LXX(Rahlps), Genesis, Chapter 31

    CategoryGenesis
    Read More
  32. Greek LXX(Rahlps), Genesis, Chapter 32

    CategoryGenesis
    Read More
  33. Greek LXX(Rahlps), Genesis, Chapter 33

    CategoryGenesis
    Read More
  34. Greek LXX(Rahlps), Genesis, Chapter 34

    CategoryGenesis
    Read More
  35. Greek LXX(Rahlps), Genesis, Chapter 35

    CategoryGenesis
    Read More
  36. Greek LXX(Rahlps), Genesis, Chapter 36

    CategoryGenesis
    Read More
  37. Greek LXX(Rahlps), Genesis, Chapter 37

    CategoryGenesis
    Read More
  38. Greek LXX(Rahlps), Genesis, Chapter 38

    CategoryGenesis
    Read More
  39. Greek LXX(Rahlps), Genesis, Chapter 39

    CategoryGenesis
    Read More
  40. Greek LXX(Rahlps), Genesis, Chapter 40

    CategoryGenesis
    Read More
  41. Greek LXX(Rahlps), Genesis, Chapter 41

    CategoryGenesis
    Read More
  42. Greek LXX(Rahlps), Genesis, Chapter 42

    CategoryGenesis
    Read More
  43. Greek LXX(Rahlps), Genesis, Chapter 43

    CategoryGenesis
    Read More
  44. Greek LXX(Rahlps), Genesis, Chapter 44

    CategoryGenesis
    Read More
  45. Greek LXX(Rahlps), Genesis, Chapter 45

    CategoryGenesis
    Read More
  46. Greek LXX(Rahlps), Genesis, Chapter 46

    CategoryGenesis
    Read More
  47. Greek LXX(Rahlps), Genesis, Chapter 47

    CategoryGenesis
    Read More
  48. Greek LXX(Rahlps), Genesis, Chapter 48

    CategoryGenesis
    Read More
  49. Greek LXX(Rahlps), Genesis, Chapter 49

    CategoryGenesis
    Read More
  50. Greek LXX(Rahlps), Genesis, Chapter 50

    CategoryGenesis
    Read More
  51. Greek LXX(Rahlps), Exodus, Chapter 01

    CategoryExodus
    Read More
  52. Greek LXX(Rahlps), Exodus, Chapter 02

    CategoryExodus
    Read More
  53. Greek LXX(Rahlps), Exodus, Chapter 03

    CategoryExodus
    Read More
  54. Greek LXX(Rahlps), Exodus, Chapter 04

    CategoryExodus
    Read More
  55. Greek LXX(Rahlps), Exodus, Chapter 05

    CategoryExodus
    Read More
  56. Greek LXX(Rahlps), Exodus, Chapter 06

    CategoryExodus
    Read More
  57. Greek LXX(Rahlps), Exodus, Chapter 07

    CategoryExodus
    Read More
  58. Greek LXX(Rahlps), Exodus, Chapter 08

    CategoryExodus
    Read More
  59. Greek LXX(Rahlps), Exodus, Chapter 09

    CategoryExodus
    Read More
  60. Greek LXX(Rahlps), Exodus, Chapter 10

    CategoryExodus
    Read More
  61. Greek LXX(Rahlps), Exodus, Chapter 11

    CategoryExodus
    Read More
  62. Greek LXX(Rahlps), Exodus, Chapter 12

    CategoryExodus
    Read More
  63. Greek LXX(Rahlps), Exodus, Chapter 13

    CategoryExodus
    Read More
  64. Greek LXX(Rahlps), Exodus, Chapter 14

    CategoryExodus
    Read More
  65. Greek LXX(Rahlps), Exodus, Chapter 15

    CategoryExodus
    Read More
  66. Greek LXX(Rahlps), Genesis, Chapter 16

    CategoryExodus
    Read More
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소