5:1 τότε ἀποκριθεὶς Τωβιας εἶπεν Τωβιθ τῷ πατρὶ αὐτοῦ πάντα ὅσα ἐντέταλσαί μοι ποιήσω πάτερ
5:2 πῶς δὲ δυνήσομαι αὐτὸ λαβεῖν παρ᾽ αὐτοῦ καὶ αὐτὸς οὐ γινώσκει με καὶ ἐγὼ οὐ γινώσκω αὐτόν τί σημεῖον δῶ αὐτῷ καὶ ἐπιγνῷ με καὶ πιστεύσῃ μοι καὶ δῷ μοι τὸ ἀργύριον καὶ τὰς ὁδοὺς τὰς εἰς Μηδίαν οὐ γινώσκω τοῦ πορευθῆναι ἐκεῖ
5:3 τότε ἀποκριθεὶς Τωβιθ εἶπεν Τωβια τῷ υἱῷ αὐτοῦ χειρόγραφον αὐτοῦ ἔδωκέν μοι καὶ χειρόγραφον ἔδωκα αὐτῷ καὶ διεῖλον εἰς δύο καὶ ἐλάβομεν ἑκάτερος ἕν καὶ ἔθηκα μετὰ τοῦ ἀργυρίου καὶ νῦν ἰδοὺ ἔτη εἴκοσι ἀφ᾽ οὗ παρεθέμην τὸ ἀργύριον τοῦτο ἐγώ καὶ νῦν παιδίον ζήτησον σεαυτῷ ἄνθρωπον πιστόν ὃς πορεύσεται μετὰ σοῦ καὶ δώσομεν αὐτῷ μισθόν ἕως ὅτου ἔλθῃς καὶ λαβὲ παρ᾽ αὐτοῦ τὸ ἀργύριον τοῦτο
5:4 ἐξῆλθεν δὲ Τωβιας ζητῆσαι ἄνθρωπον ὃς πορεύσεται μετ᾽ αὐτοῦ εἰς Μηδίαν ὃς ἐμπειρεῖ τῆς ὁδοῦ καὶ ἐξῆλθεν καὶ εὗρεν Ραφαηλ τὸν ἄγγελον ἑστηκότα ἀπέναντι αὐτοῦ καὶ οὐκ ἔγνω ὅτι ἄγγελος τοῦ θεοῦ ἐστιν
5:5 καὶ εἶπεν αὐτῷ πόθεν εἶ νεανίσκε καὶ εἶπεν αὐτῷ ἐκ τῶν υἱῶν Ισραηλ τῶν ἀδελφῶν σου καὶ ἐλήλυθα ὧδε ἐργατεύεσθαι καὶ εἶπεν αὐτῷ ἐπίστῃ τὴν ὁδὸν πορευθῆναι εἰς Μηδίαν
5:6 καὶ εἶπεν αὐτῷ ναί πολλάκις ἐγὼ ἐγενόμην ἐκεῖ καὶ ἐμπειρῶ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλῳ τῷ ἀδελφῷ ἡμῶν τῷ οἰκοῦντι ἐν Ῥάγοις τῆς Μηδίας καὶ ἀπέχει ὁδὸν ἡμερῶν δύο τεταγμένων ἀπὸ Ἐκβατάνων εἰς Ῥάγα κεῖνται γὰρ ἐν τῷ ὄρει
5:7 καὶ εἶπεν αὐτῷ μεῖνόν με νεανίσκε μέχρι ὅτου εἰσελθὼν ὑποδείξω τῷ πατρί μου χρείαν γὰρ ἔχω ἵνα βαδίσῃς μετ᾽ ἐμοῦ καὶ δώσω σοι τὸν μισθόν σου
5:8 καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγὼ προσκαρτερῶ μόνον μὴ χρονίσῃς
5:9 καὶ εἰσελθὼν Τωβιας ὑπέδειξεν Τωβιθ τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν αὐτῷ ἰδοὺ ἄνθρωπον εὗρον τῶν ἀδελφῶν ἡμῶν τῶν υἱῶν Ισραηλ καὶ εἶπεν αὐτῷ κάλεσόν μοι τὸν ἄνθρωπον ὅπως ἐπιγνῶ τί τὸ γένος αὐτοῦ καὶ ἐκ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστός ἐστιν ἵνα πορευθῇ μετὰ σοῦ παιδίον
5:10 καὶ ἐξῆλθεν Τωβιας καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν αὐτῷ νεανίσκε ὁ πατὴρ καλεῖ σε καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐχαιρέτισεν αὐτὸν Τωβιθ πρῶτος καὶ εἶπεν αὐτῷ χαίρειν σοι πολλὰ γένοιτο καὶ ἀποκριθεὶς Τωβιθ εἶπεν αὐτῷ τί μοι ἔτι ὑπάρχει χαίρειν καὶ ἐγὼ ἄνθρωπος ἀδύνατος τοῖς ὀφθαλμοῖς καὶ οὐ βλέπω τὸ φῶς τοῦ οὐρανοῦ ἀλλ᾽ ἐν τῷ σκότει κεῖμαι ὥσπερ οἱ νεκροὶ οἱ μηκέτι θεωροῦντες τὸ φῶς ζῶν ἐγὼ ἐν νεκροῖς εἰμι φωνὴν ἀνθρώπων ἀκούω καὶ αὐτοὺς οὐ βλέπω καὶ εἶπεν αὐτῷ θάρσει ἐγγὺς παρὰ τῷ θεῷ ἰάσασθαί σε θάρσει καὶ εἶπεν αὐτῷ Τωβιθ Τωβιας ὁ υἱός μου θέλει πορευθῆναι εἰς Μηδίαν εἰ δυνήσῃ συνελθεῖν αὐτῷ καὶ ἀγαγεῖν αὐτόν καὶ δώσω σοι τὸν μισθόν σου ἄδελφε καὶ εἶπεν αὐτῷ δυνήσομαι πορευθῆναι μετ᾽ αὐτοῦ καὶ ἐπίσταμαι ἐγὼ τὰς ὁδοὺς πάσας καὶ πολλάκις ᾠχόμην εἰς Μηδίαν καὶ διῆλθον πάντα τὰ πεδία αὐτῆς καὶ τὰ ὄρη καὶ πάσας τὰς ὁδοὺς αὐτῆς ἐγὼ γινώσκω
5:11 καὶ εἶπεν αὐτῷ ἄδελφε ποίας πατριᾶς εἶ καὶ ἐκ ποίας φυλῆς ὑπόδειξόν μοι ἄδελφε
5:12 καὶ εἶπεν τί χρείαν ἔχεις φυλῆς καὶ εἶπεν αὐτῷ βούλομαι γνῶναι τὰ κατ᾽ ἀλήθειαν τίνος εἶ ἄδελφε καὶ τί τὸ ὄνομά σου
5:13 καὶ εἶπεν αὐτῷ ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου τῶν ἀδελφῶν σου
5:14 καὶ εἶπεν αὐτῷ ὑγιαίνων ἔλθοις καὶ σῳζόμενος ἄδελφε καὶ μή μοι πικρανθῇς ἄδελφε ὅτι τὴν ἀλήθειαν ἐβουλόμην γνῶναι καὶ τὴν πατριάν σου καὶ σὺ τυγχάνεις ἀδελφὸς ὤν καὶ ἐκ γενεᾶς καλῆς καὶ ἀγαθῆς εἶ σύ ἐγίνωσκον Ανανιαν καὶ Ναθαν τοὺς δύο υἱοὺς Σεμελιου τοῦ μεγάλου καὶ αὐτοὶ συνεπορεύοντό μοι εἰς Ιερουσαλημ καὶ προσεκύνουν μετ᾽ ἐμοῦ ἐκεῖ καὶ οὐκ ἐπλανήθησαν οἱ ἀδελφοί σου ἄνθρωποι ἀγαθοί ἐκ ῥίζης ἀγαθῆς εἶ σύ καὶ χαίρων ἔλθοις
5:15 καὶ εἶπεν αὐτῷ ἐγώ σοι δίδωμι μισθὸν τὴν ἡμέραν δραχμὴν καὶ τὰ δέοντά σοι ὁμοίως τῷ υἱῷ μου
5:16 καὶ πορεύθητι μετὰ τοῦ υἱοῦ μου καὶ ἔτι προσθήσω σοι τῷ μισθῷ
5:17 καὶ εἶπεν αὐτῷ ὅτι πορεύσομαι μετ᾽ αὐτοῦ καὶ μὴ φοβηθῇς ὑγιαίνοντες ἀπελευσόμεθα καὶ ὑγιαίνοντες ἐπιστρέψομεν πρὸς σέ διότι ἡ ὁδὸς ἀσφαλής καὶ εἶπεν αὐτῷ εὐλογία σοι γένοιτο ἄδελφε καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ παιδίον ἑτοίμασον τὰ πρὸς τὴν ὁδὸν καὶ ἔξελθε μετὰ τοῦ ἀδελφοῦ σου καὶ ὁ θεὸς ὁ ἐν τῷ οὐρανῷ διασώσαι ὑμᾶς ἐκεῖ καὶ ἀποκαταστήσαι ὑμᾶς πρὸς ἐμὲ ὑγιαίνοντας καὶ ὁ ἄγγελος αὐτοῦ συνοδεύσαι ὑμῖν μετὰ σωτηρίας παιδίον καὶ ἐξῆλθεν πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἐφίλησεν τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ εἶπεν αὐτῷ Τωβιθ πορεύου ὑγιαίνων
5:18 καὶ ἔκλαυσεν ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιθ τί ὅτι ἀπέστειλας τὸ παιδίον μου οὐχὶ αὐτὸς ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν καὶ αὐτὸς εἰσπορεύεται καὶ ἐκπορεύεται ἐνώπιον ἡμῶν
5:19 ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο
5:20 ὡς δέδοται ζῆν ἡμῖν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν
5:21 καὶ εἶπεν αὐτῇ μὴ λόγον ἔχε ὑγιαίνων πορεύσεται τὸ παιδίον ἡμῶν καὶ ὑγιαίνων ἐλεύσεται πρὸς ἡμᾶς καὶ οἱ ὀφθαλμοί σου ὄψονται ἐν τῇ ἡμέρᾳ ᾗ ἂν ἔλθῃ πρὸς σὲ ὑγιαίνων
5:22 μὴ λόγον ἔχε μὴ φοβοῦ περὶ αὐτῶν ἀδελφή ἄγγελος γὰρ ἀγαθὸς συνελεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων
5:23 καὶ ἐσίγησεν κλαίουσα
Tobit (S)
Greek LXX(Rahlps), Tobit (S), Chapter 05
-
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 01
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 02
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 03
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 04
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 05
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 06
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 07
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 08
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 09
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 10
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 11
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 12
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 13
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 14
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 15
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 16
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 17
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 18
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 19
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 20
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 21
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 22
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 23
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 24
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 25
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 26
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 27
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 28
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 29
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 30
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 31
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 32
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 33
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 34
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 35
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 36
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 37
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 38
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 39
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 40
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 41
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 42
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 43
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 44
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 45
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 46
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 47
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 48
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 49
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 50
CategoryGenesis -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 01
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 02
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 03
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 04
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 05
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 06
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 07
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 08
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 09
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 10
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 11
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 12
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 13
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 14
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Exodus, Chapter 15
CategoryExodus -
Read More
Greek LXX(Rahlps), Genesis, Chapter 16
CategoryExodus