Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

3:1 καὶ περίλυπος γενόμενος τῇ ψυχῇ καὶ στενάξας ἔκλαυσα καὶ ἠρξάμην προσεύχεσθαι μετὰ στεναγμῶν
3:2 δίκαιος εἶ κύριε καὶ πάντα τὰ ἔργα σου δίκαια καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύνη καὶ ἀλήθεια σὺ κρίνεις τὸν αἰῶνα
3:3 καὶ νῦν σύ κύριε μνήσθητί μου καὶ ἐπίβλεψον καὶ μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ ἐν τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου οἷς ἥμαρτον ἐναντίον σου
3:4 καὶ παρήκουσα τῶν ἐντολῶν σου καὶ ἔδωκας ἡμᾶς εἰς ἁρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ εἰς παραβολὴν καὶ λάλημα καὶ ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν ἐν οἷς ἡμᾶς διεσκόρπισας
3:5 καὶ νῦν πολλαί σου αἱ κρίσεις ὑπάρχουσιν ἀληθιναὶ ποιῆσαι ἐξ ἐμοῦ περὶ τῶν ἁμαρτιῶν μου ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου καὶ οὐκ ἐπορεύθημεν ἀληθινῶς ἐνώπιόν σου
3:6 καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετ᾽ ἐμοῦ καὶ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ἐξ ἐμοῦ ὅπως ἀπολυθῶ ἀπὸ προσώπου τῆς γῆς καὶ γένωμαι γῆ διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ ζῆν ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα καὶ λύπη πολλὴ μετ᾽ ἐμοῦ κύριε ἐπίταξον ὅπως ἀπολυθῶ ἀπὸ τῆς ἀνάγκης ταύτης ἀπόλυσόν με εἰς τὸν τόπον τὸν αἰώνιον καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου κύριε ἀπ᾽ ἐμοῦ διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ βλέπειν ἀνάγκην πολλὴν ἐν τῇ ζωῇ μου καὶ μὴ ἀκούειν ὀνειδισμούς
3:7 ἐν τῇ ἡμέρᾳ ταύτῃ συνέβη Σαρρα τῇ θυγατρὶ Ραγουηλ τοῦ ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ αὐτὴν ἀκοῦσαι ὀνειδισμοὺς ὑπὸ μιᾶς τῶν παιδισκῶν τοῦ πατρὸς ἑαυτῆς
3:8 διότι ἦν ἐκδεδομένη ἀνδράσιν ἑπτά καὶ Ασμοδαῖος τὸ δαιμόνιον τὸ πονηρὸν ἀπέκτεννεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ᾽ αὐτῆς καθάπερ ἀποδεδειγμένον ἐστὶν ταῖς γυναιξίν καὶ εἶπεν αὐτῇ ἡ παιδίσκη σὺ εἶ ἡ ἀποκτέννουσα τοὺς ἄνδρας σου ἰδοὺ ἤδη ἀπεκδέδοσαι ἑπτὰ ἀνδράσιν καὶ ἑνὸς αὐτῶν οὐκ ὠνομάσθης
3:9 τί ἡμᾶς μαστιγοῖς περὶ τῶν ἀνδρῶν σου ὅτι ἀπέθανον βάδιζε μετ᾽ αὐτῶν καὶ μὴ ἴδοιμεν υἱόν σου μηδὲ θυγατέρα εἰς τὸν αἰῶνα
3:10 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐλυπήθη ἐν τῇ ψυχῇ καὶ ἔκλαυσεν καὶ ἀναβᾶσα εἰς τὸ ὑπερῷον τοῦ πατρὸς αὐτῆς ἠθέλησεν ἀπάγξασθαι καὶ πάλιν ἐλογίσατο καὶ λέγει μήποτε ὀνειδίσωσιν τὸν πατέρα μου καὶ ἐροῦσιν αὐτῷ μία σοι ὑπῆρχεν θυγάτηρ ἀγαπητὴ καὶ αὐτὴ ἀπήγξατο ἀπὸ τῶν κακῶν καὶ κατάξω τὸ γῆρας τοῦ πατρός μου μετὰ λύπης εἰς ᾅδου χρησιμώτερόν μοί ἐστιν μὴ ἀπάγξασθαι ἀλλὰ δεηθῆναι τοῦ κυρίου ὅπως ἀποθάνω καὶ μηκέτι ὀνειδισμοὺς ἀκούσω ἐν τῇ ζωῇ μου
3:11 ἐν αὐτῷ τῷ καιρῷ διαπετάσασα τὰς χεῖρας πρὸς τὴν θυρίδα ἐδεήθη καὶ εἶπεν εὐλογητὸς εἶ θεὲ ἐλεήμων καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας καὶ εὐλογησάτωσάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα
3:12 καὶ νῦν ἐπὶ σὲ τὸ πρόσωπόν μου καὶ τοὺς ὀφθαλμούς μου ἀνέβλεψα
3:13 εἰπὸν ἀπολυθῆναί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκούειν με μηκέτι ὀνειδισμούς
3:14 σὺ γινώσκεις δέσποτα ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἀκαθαρσίας ἀνδρὸς
3:15 καὶ οὐχὶ ἐμόλυνά μου τὸ ὄνομα καὶ οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου μονογενής εἰμι τῷ πατρί μου καὶ οὐχ ὑπάρχει αὐτῷ ἕτερον τέκνον ἵνα κληρονομήσῃ αὐτόν οὐδὲ ἀδελφὸς αὐτῷ ἐγγὺς οὔτε συγγενὴς αὐτῷ ὑπάρχει ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα ἤδη ἀπώλοντό μοι ἑπτά καὶ ἵνα τί μοί ἐστιν ἔτι ζῆν καὶ εἰ μή σοι δοκεῖ ἀποκτεῖναί με κύριε νῦν εἰσάκουσον ὀνειδισμόν μου
3:16 ἐν αὐτῷ τῷ καιρῷ εἰσηκούσθη ἡ προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ θεοῦ
3:17 καὶ ἀπεστάλη Ραφαηλ ἰάσασθαι τοὺς δύο Τωβιν ἀπολῦσαι τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ἵνα ἴδῃ τοῖς ὀφθαλμοῖς τὸ φῶς τοῦ θεοῦ καὶ Σαρραν τὴν Ραγουηλ δοῦναι αὐτὴν Τωβια τῷ υἱῷ Τωβιθ γυναῖκα καὶ λῦσαι Ασμοδαιον τὸ δαιμόνιον τὸ πονηρὸν ἀπ᾽ αὐτῆς διότι Τωβια ἐπιβάλλει κληρονομῆσαι αὐτὴν παρὰ πάντας τοὺς θέλοντας λαβεῖν αὐτήν ἐν ἐκείνῳ τῷ καιρῷ ἐπέστρεψεν Τωβιθ ἀπὸ τῆς αὐλῆς εἰς τὸν οἶκον αὐτοῦ καὶ Σαρρα ἡ τοῦ Ραγουηλ καὶ αὐτὴ κατέβη ἐκ τοῦ ὑπερῴου


List of Articles
번호 분류 제목
1425 Revelation Greek NA28 NT, Revelation, Chapter 22
1424 Revelation Greek NA28 NT, Revelation, Chapter 21
1423 Revelation Greek NA28 NT, Revelation, Chapter 20
1422 Revelation Greek NA28 NT, Revelation, Chapter 19
1421 Revelation Greek NA28 NT, Revelation, Chapter 18
1420 Revelation Greek NA28 NT, Revelation, Chapter 17
1419 Revelation Greek NA28 NT, Revelation, Chapter 16
1418 Revelation Greek NA28 NT, Revelation, Chapter 15
1417 Revelation Greek NA28 NT, Revelation, Chapter 14
1416 Revelation Greek NA28 NT, Revelation, Chapter 13
1415 Revelation Greek NA28 NT, Revelation, Chapter 12
1414 Revelation Greek NA28 NT, Revelation, Chapter 11
1413 Revelation Greek NA28 NT, Revelation, Chapter 10
1412 Revelation Greek NA28 NT, Revelation, Chapter 09
1411 Revelation Greek NA28 NT, Revelation, Chapter 08
1410 Revelation Greek NA28 NT, Revelation, Chapter 07
1409 Revelation Greek NA28 NT, Revelation, Chapter 06
1408 Revelation Greek NA28 NT, Revelation, Chapter 05
1407 Revelation Greek NA28 NT, Revelation, Chapter 04
1406 Revelation Greek NA28 NT, Revelation, Chapter 03
1405 Revelation Greek NA28 NT, Revelation, Chapter 02
1404 Revelation Greek NA28 NT, Revelation, Chapter 01
1403 Jude Greek NA28 NT, Jude, Chapter 01
1402 3 John Greek NA28 NT, 3 John, Chapter 01
1401 2 John Greek NA28 NT, 2 John, Chapter 01
1400 1 John Greek NA28 NT, 1 John, Chapter 05
1399 1 John Greek NA28 NT, 1 John, Chapter 04
1398 1 John Greek NA28 NT, 1 John, Chapter 03
1397 1 John Greek NA28 NT, 1 John, Chapter 02
1396 1 John Greek NA28 NT, 1 John, Chapter 01
1395 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 03
1394 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 02
1393 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 01
1392 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 05
1391 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 04
1390 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 03
1389 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 02
1388 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 01
1387 James Greek NA28 NT, James, Chapter 05
1386 James Greek NA28 NT, James, Chapter 04
1385 James Greek NA28 NT, James, Chapter 03
1384 James Greek NA28 NT, James, Chapter 02
1383 James Greek NA28 NT, James, Chapter 01
1382 Hebrews Greek NA28 NT, Hebrews, Chapter 13
1381 Hebrews Greek NA28 NT, Hebrews, Chapter 12
1380 Hebrews Greek NA28 NT, Hebrews, Chapter 11
1379 Hebrews Greek NA28 NT, Hebrews, Chapter 10
1378 Hebrews Greek NA28 NT, Hebrews, Chapter 09
1377 Hebrews Greek NA28 NT, Hebrews, Chapter 08
1376 Hebrews Greek NA28 NT, Hebrews, Chapter 07
1375 Hebrews Greek NA28 NT, Hebrews, Chapter 06
1374 Hebrews Greek NA28 NT, Hebrews, Chapter 05
1373 Hebrews Greek NA28 NT, Hebrews, Chapter 04
1372 Hebrews Greek NA28 NT, Hebrews, Chapter 03
1371 Hebrews Greek NA28 NT, Hebrews, Chapter 02
1370 Hebrews Greek NA28 NT, Hebrews, Chapter 01
1369 Philemon Greek NA28 NT, Philemon, Chapter 01
1368 Titus Greek NA28 NT, Titus, Chapter 03
1367 Titus Greek NA28 NT, Titus, Chapter 02
1366 Titus Greek NA28 NT, Titus, Chapter 01
1365 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 04
1364 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 03
1363 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 02
1362 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 01
1361 1 Timothy Greek NA28 NT, 1 Timothy, Chapter 06
1360 1 Timothy Greek NA28 NT, 1 Timothy, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소