Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

28:1 υἱὸς εἴκοσι ἐτῶν Αχαζ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ
28:2 καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ισραηλ καὶ γὰρ γλυπτὰ ἐποίησεν τοῖς εἰδώλοις αὐτῶν
28:3 καὶ ἔθυεν ἐν Γαιβενενομ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ
28:4 καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
28:5 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην
28:6 καὶ ἀπέκτεινεν Φακεε ὁ τοῦ Ρομελια βασιλεὺς Ισραηλ ἐν Ιουδα ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύι ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν
28:7 καὶ ἀπέκτεινεν Εζεκρι ὁ δυνατὸς τοῦ Εφραιμ τὸν Μαασαιαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Εσδρικαμ ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Ελκανα τὸν διάδοχον τοῦ βασιλέως
28:8 καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας γυναῖκας υἱοὺς καὶ θυγατέρας καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν
28:9 καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου Ωδηδ ὄνομα αὐτῷ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς ἰδοὺ ὀργὴ κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ιουδαν καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ ἕως τῶν οὐρανῶν ἔφθακεν
28:10 καὶ νῦν υἱοὺς Ιουδα καὶ Ιερουσαλημ ὑμεῖς λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας οὐκ ἰδού εἰμι μεθ᾽ ὑμῶν μαρτυρῆσαι κυρίῳ θεῷ ὑμῶν
28:11 καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν ὅτι ὀργὴ θυμοῦ κυρίου ἐφ᾽ ὑμῖν
28:12 καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Εφραιμ Ουδια ὁ τοῦ Ιωανου καὶ Βαραχιας ὁ τοῦ Μοσολαμωθ καὶ Εζεκιας ὁ τοῦ Σελλημ καὶ Αμασιας ὁ τοῦ Χοδλι ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου
28:13 καὶ εἶπαν αὐτοῖς οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφ᾽ ἡμᾶς ὑμεῖς λέγετε προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ κυρίου ἐπὶ τὸν Ισραηλ
28:14 καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας
28:15 καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν
28:16 ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Αχαζ πρὸς βασιλέα Ασσουρ βοηθῆσαι αὐτῷ
28:17 καὶ ἐν τούτῳ ὅτι Ιδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ιουδα καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν
28:18 καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ ἀπὸ λιβὸς τοῦ Ιουδα καὶ ἔλαβον τὴν Βαιθσαμυς καὶ τὴν Αιλων καὶ τὴν Γαδηρωθ καὶ τὴν Σωχω καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Θαμνα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαμζω καὶ τὰς κώμας αὐτῆς καὶ κατῴκησαν ἐκεῖ
28:19 ὅτι ἐταπείνωσεν κύριος τὸν Ιουδαν δι᾽ Αχαζ βασιλέα Ιουδα ὅτι ἀπέστη ἀποστάσει ἀπὸ κυρίου
28:20 καὶ ἦλθεν ἐπ᾽ αὐτὸν Θαγλαθφελλασαρ βασιλεὺς Ασσουρ καὶ ἐπάταξεν αὐτόν
28:21 καὶ ἔλαβεν Αχαζ τὰ ἐν οἴκῳ κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ασσουρ καὶ οὐκ εἰς βοήθειαν αὐτῷ
28:22 ἀλλ᾽ ἢ τῷ θλιβῆναι αὐτὸν καὶ προσέθηκεν τοῦ ἀποστῆναι ἀπὸ κυρίου καὶ εἶπεν ὁ βασιλεύς
28:23 ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με καὶ εἶπεν ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς αὐτοῖς τοίνυν θύσω καὶ ἀντιλήμψονταί μου καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ισραηλ
28:24 καὶ ἀπέστησεν Αχαζ τὰ σκεύη οἴκου κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισεν τὰς θύρας οἴκου κυρίου καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ιερουσαλημ
28:25 καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ιουδα ἐποίησεν ὑψηλὰ θυμιᾶν θεοῖς ἀλλοτρίοις καὶ παρώργισαν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν
28:26 καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ
28:27 καὶ ἐκοιμήθη Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ


List of Articles
번호 분류 제목
930 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
929 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
928 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
927 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
926 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
925 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
924 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
923 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
922 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
921 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
920 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
919 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
918 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
917 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
916 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
915 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
914 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
913 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
912 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
911 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
910 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
909 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
908 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
907 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
906 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
905 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
904 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
903 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
902 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
901 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
900 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
899 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
898 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
897 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
896 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
895 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
894 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
893 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
892 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
891 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
890 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
889 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
888 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
887 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
886 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
885 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
884 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
883 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
882 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
881 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 19 Next
/ 19

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소