19:1 καὶ ἀπέστρεψεν Ιωσαφατ βασιλεὺς Ιουδα εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ εἰς Ιερουσαλημ
19:2 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ιου ὁ τοῦ Ανανι ὁ προφήτης καὶ εἶπεν αὐτῷ βασιλεῦ Ιωσαφατ εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ κυρίου φιλιάζεις διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου
19:3 ἀλλ᾽ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον
19:4 καὶ κατῴκησεν Ιωσαφατ ἐν Ιερουσαλημ καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεε ἕως ὄρους Εφραιμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν
19:5 καὶ κατέστησεν κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει
19:6 καὶ εἶπεν τοῖς κριταῖς ἴδετε τί ὑμεῖς ποιεῖτε ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε ἀλλ᾽ ἢ τῷ κυρίῳ καὶ μεθ᾽ ὑμῶν λόγοι τῆς κρίσεως
19:7 καὶ νῦν γενέσθω φόβος κυρίου ἐφ᾽ ὑμᾶς καὶ φυλάσσετε καὶ ποιήσετε ὅτι οὐκ ἔστιν μετὰ κυρίου θεοῦ ἡμῶν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα
19:8 καὶ γὰρ ἐν Ιερουσαλημ κατέστησεν Ιωσαφατ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ισραηλ εἰς κρίσιν κυρίου καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ
19:9 καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων οὕτως ποιήσετε ἐν φόβῳ κυρίου ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδίᾳ
19:10 πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφ᾽ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἵματος αἷμα καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσθε αὐτοῖς καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ καὶ οὐκ ἔσται ἐφ᾽ ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν οὕτως ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε
19:11 καὶ ἰδοὺ Αμαριας ὁ ἱερεὺς ἡγούμενος ἐφ᾽ ὑμᾶς εἰς πᾶν λόγον κυρίου καὶ Ζαβδιας υἱὸς Ισμαηλ ὁ ἡγούμενος εἰς οἶκον Ιουδα πρὸς πᾶν λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν ἰσχύσατε καὶ ποιήσατε καὶ ἔσται κύριος μετὰ τοῦ ἀγαθοῦ
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 19
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 01
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 02
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 03
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 04
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 05
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 06
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 07
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 08
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 09
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 10
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 11
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 12
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 13
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 14
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 15
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 16
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 17
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 18
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 19
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 20
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 21
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 22
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 23
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 24
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 25
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 26
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 27
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 28
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 29
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 30
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 31
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 32
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 33
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 34
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 35
-
Greek LXX(Rahlps), 2 Chronicles, Chapter 36
Previous
List