Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

28:1 καὶ ἐξεκκλησίασεν Δαυιδ πάντας τοὺς ἄρχοντας Ισραηλ ἄρχοντας τῶν κριτῶν καὶ τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς ἐν Ιερουσαλημ
28:2 καὶ ἔστη Δαυιδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν ἀκούσατέ μου ἀδελφοὶ καὶ λαός μου ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης κυρίου καὶ στάσιν ποδῶν κυρίου ἡμῶν καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια
28:3 καὶ ὁ θεὸς εἶπεν οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ ὅτι ἄνθρωπος πολεμιστὴς εἶ σὺ καὶ αἵματα ἐξέχεας
28:4 καὶ ἐξελέξατο κύριος ὁ θεὸς Ισραηλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἐν Ιουδα ᾑρέτικεν τὸ βασίλειον καὶ ἐξ οἴκου Ιουδα τὸν οἶκον τοῦ πατρός μου καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου ἐν ἐμοὶ ἠθέλησεν τοῦ γενέσθαι με βασιλέα ἐπὶ τῷ παντὶ Ισραηλ
28:5 καὶ ἀπὸ πάντων τῶν υἱῶν μου ὅτι πολλοὺς υἱοὺς ἔδωκέν μοι κύριος ἐξελέξατο ἐν Σαλωμων τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας κυρίου ἐπὶ τὸν Ισραηλ
28:6 καὶ εἶπέν μοι ὁ θεός Σαλωμων ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱόν κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα
28:7 καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη
28:8 καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας κυρίου καὶ ἐν ὠσὶν θεοῦ ἡμῶν φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ἡμῶν ἵνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν μεθ᾽ ὑμᾶς ἕως αἰῶνος
28:9 καὶ νῦν Σαλωμων υἱέ μου γνῶθι τὸν θεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ ὅτι πάσας καρδίας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γιγνώσκει ἐὰν ζητήσῃς αὐτόν εὑρεθήσεταί σοι καὶ ἐὰν καταλείψῃς αὐτόν καταλείψει σε εἰς τέλος
28:10 ἰδὲ τοίνυν ὅτι κύριος ᾑρέτικέν σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα ἴσχυε καὶ ποίει
28:11 καὶ ἔδωκεν Δαυιδ Σαλωμων τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ καὶ τῶν ζακχω αὐτοῦ καὶ τῶν ὑπερῴων καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ
28:12 καὶ τὸ παράδειγμα ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ τῶν αὐλῶν οἴκου κυρίου καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου κυρίου καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων
28:13 καὶ τῶν καταλυμάτων τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου κυρίου
28:14 καὶ τὸν σταθμὸν τῆς ὁλκῆς αὐτῶν τῶν τε χρυσῶν καὶ ἀργυρῶν
28:15 λυχνιῶν τὴν ὁλκὴν ἔδωκεν αὐτῷ καὶ τῶν λύχνων
28:16 ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως ἑκάστης τραπέζης χρυσῆς καὶ ὡσαύτως τῶν ἀργυρῶν
28:17 καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν καὶ τὸν σταθμὸν τῶν χρυσῶν καὶ τῶν ἀργυρῶν κεφφουρε ἑκάστου σταθμοῦ
28:18 καὶ τὸν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν χερουβιν τῶν διαπεπετασμένων ταῖς πτέρυξιν καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης κυρίου
28:19 πάντα ἐν γραφῇ χειρὸς κυρίου ἔδωκεν Δαυιδ Σαλωμων κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος
28:20 καὶ εἶπεν Δαυιδ Σαλωμων τῷ υἱῷ αὐτοῦ ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει μὴ φοβοῦ μηδὲ πτοηθῇς ὅτι κύριος ὁ θεός μου μετὰ σοῦ οὐκ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου
28:21 καὶ ἰδοὺ αἱ ἐφημερίαι τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν λειτουργίαν οἴκου τοῦ θεοῦ καὶ μετὰ σοῦ ἐν πάσῃ πραγματείᾳ καὶ πᾶς πρόθυμος ἐν σοφίᾳ κατὰ πᾶσαν τέχνην καὶ οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς εἰς πάντας τοὺς λόγους σου


List of Articles
번호 분류 제목
1425 Revelation Greek NA28 NT, Revelation, Chapter 22
1424 Revelation Greek NA28 NT, Revelation, Chapter 21
1423 Revelation Greek NA28 NT, Revelation, Chapter 20
1422 Revelation Greek NA28 NT, Revelation, Chapter 19
1421 Revelation Greek NA28 NT, Revelation, Chapter 18
1420 Revelation Greek NA28 NT, Revelation, Chapter 17
1419 Revelation Greek NA28 NT, Revelation, Chapter 16
1418 Revelation Greek NA28 NT, Revelation, Chapter 15
1417 Revelation Greek NA28 NT, Revelation, Chapter 14
1416 Revelation Greek NA28 NT, Revelation, Chapter 13
1415 Revelation Greek NA28 NT, Revelation, Chapter 12
1414 Revelation Greek NA28 NT, Revelation, Chapter 11
1413 Revelation Greek NA28 NT, Revelation, Chapter 10
1412 Revelation Greek NA28 NT, Revelation, Chapter 09
1411 Revelation Greek NA28 NT, Revelation, Chapter 08
1410 Revelation Greek NA28 NT, Revelation, Chapter 07
1409 Revelation Greek NA28 NT, Revelation, Chapter 06
1408 Revelation Greek NA28 NT, Revelation, Chapter 05
1407 Revelation Greek NA28 NT, Revelation, Chapter 04
1406 Revelation Greek NA28 NT, Revelation, Chapter 03
1405 Revelation Greek NA28 NT, Revelation, Chapter 02
1404 Revelation Greek NA28 NT, Revelation, Chapter 01
1403 Jude Greek NA28 NT, Jude, Chapter 01
1402 3 John Greek NA28 NT, 3 John, Chapter 01
1401 2 John Greek NA28 NT, 2 John, Chapter 01
1400 1 John Greek NA28 NT, 1 John, Chapter 05
1399 1 John Greek NA28 NT, 1 John, Chapter 04
1398 1 John Greek NA28 NT, 1 John, Chapter 03
1397 1 John Greek NA28 NT, 1 John, Chapter 02
1396 1 John Greek NA28 NT, 1 John, Chapter 01
1395 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 03
1394 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 02
1393 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 01
1392 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 05
1391 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 04
1390 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 03
1389 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 02
1388 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 01
1387 James Greek NA28 NT, James, Chapter 05
1386 James Greek NA28 NT, James, Chapter 04
1385 James Greek NA28 NT, James, Chapter 03
1384 James Greek NA28 NT, James, Chapter 02
1383 James Greek NA28 NT, James, Chapter 01
1382 Hebrews Greek NA28 NT, Hebrews, Chapter 13
1381 Hebrews Greek NA28 NT, Hebrews, Chapter 12
1380 Hebrews Greek NA28 NT, Hebrews, Chapter 11
1379 Hebrews Greek NA28 NT, Hebrews, Chapter 10
1378 Hebrews Greek NA28 NT, Hebrews, Chapter 09
1377 Hebrews Greek NA28 NT, Hebrews, Chapter 08
1376 Hebrews Greek NA28 NT, Hebrews, Chapter 07
1375 Hebrews Greek NA28 NT, Hebrews, Chapter 06
1374 Hebrews Greek NA28 NT, Hebrews, Chapter 05
1373 Hebrews Greek NA28 NT, Hebrews, Chapter 04
1372 Hebrews Greek NA28 NT, Hebrews, Chapter 03
1371 Hebrews Greek NA28 NT, Hebrews, Chapter 02
1370 Hebrews Greek NA28 NT, Hebrews, Chapter 01
1369 Philemon Greek NA28 NT, Philemon, Chapter 01
1368 Titus Greek NA28 NT, Titus, Chapter 03
1367 Titus Greek NA28 NT, Titus, Chapter 02
1366 Titus Greek NA28 NT, Titus, Chapter 01
1365 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 04
1364 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 03
1363 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 02
1362 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 01
1361 1 Timothy Greek NA28 NT, 1 Timothy, Chapter 06
1360 1 Timothy Greek NA28 NT, 1 Timothy, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소