Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

2:1 ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ Ρουβην Συμεων Λευι Ιουδα Ισσαχαρ Ζαβουλων
2:2 Δαν Ιωσηφ Βενιαμιν Νεφθαλι Γαδ Ασηρ
2:3 υἱοὶ Ιουδα Ηρ Αυναν Σηλων τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαυας τῆς Χαναανίτιδος καὶ ἦν Ηρ ὁ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτόν
2:4 καὶ Θαμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρες καὶ τὸν Ζαρα πάντες υἱοὶ Ιουδα πέντε
2:5 υἱοὶ Φαρες Αρσων καὶ Ιεμουηλ
2:6 καὶ υἱοὶ Ζαρα Ζαμβρι καὶ Αιθαν καὶ Αιμαν καὶ Χαλχαλ καὶ Δαρα πάντες πέντε
2:7 καὶ υἱοὶ Χαρμι Αχαρ ὁ ἐμποδοστάτης Ισραηλ ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα
2:8 καὶ υἱοὶ Αιθαν Αζαρια
2:9 καὶ υἱοὶ Εσερων οἳ ἐτέχθησαν αὐτῷ ὁ Ιραμεηλ καὶ ὁ Ραμ καὶ ὁ Χαλεβ καὶ Αραμ
2:10 καὶ Αραμ ἐγέννησεν τὸν Αμιναδαβ καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων ἄρχοντα τοῦ οἴκου Ιουδα
2:11 καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμων καὶ Σαλμων ἐγέννησεν τὸν Βοος
2:12 καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι
2:13 καὶ Ιεσσαι ἐγέννησεν τὸν πρωτότοκον αὐτοῦ Ελιαβ Αμιναδαβ ὁ δεύτερος Σαμαα ὁ τρίτος
2:14 Ναθαναηλ ὁ τέταρτος Ραδδαι ὁ πέμπτος
2:15 Ασομ ὁ ἕκτος Δαυιδ ὁ ἕβδομος
2:16 καὶ ἀδελφὴ αὐτῶν Σαρουια καὶ Αβιγαια καὶ υἱοὶ Σαρουια Αβεσσα καὶ Ιωαβ καὶ Ασαηλ τρεῖς
2:17 καὶ Αβιγαια ἐγέννησεν τὸν Αμεσσα καὶ πατὴρ Αμεσσα Ιοθορ ὁ Ισμαηλίτης
2:18 καὶ Χαλεβ υἱὸς Εσερων ἐγέννησεν τὴν Γαζουβα γυναῖκα καὶ τὴν Ιεριωθ καὶ οὗτοι υἱοὶ αὐτῆς Ιωασαρ καὶ Σωβαβ καὶ Ορνα
2:19 καὶ ἀπέθανεν Γαζουβα καὶ ἔλαβεν ἑαυτῷ Χαλεβ τὴν Εφραθ καὶ ἔτεκεν αὐτῷ τὸν Ωρ
2:20 καὶ Ωρ ἐγέννησεν τὸν Ουρι καὶ Ουρι ἐγέννησεν τὸν Βεσελεηλ
2:21 καὶ μετὰ ταῦτα εἰσῆλθεν Εσερων πρὸς τὴν θυγατέρα Μαχιρ πατρὸς Γαλααδ καὶ οὗτος ἔλαβεν αὐτήν καὶ αὐτὸς ἑξήκοντα ἦν ἐτῶν καὶ ἔτεκεν αὐτῷ τὸν Σεγουβ
2:22 καὶ Σεγουβ ἐγέννησεν τὸν Ιαϊρ καὶ ἦσαν αὐτῷ εἴκοσι τρεῖς πόλεις ἐν τῇ Γαλααδ
2:23 καὶ ἔλαβεν Γεδσουρ καὶ Αραμ τὰς κώμας Ιαϊρ ἐξ αὐτῶν τὴν Καναθ καὶ τὰς κώμας αὐτῆς ἑξήκοντα πόλεις πᾶσαι αὗται υἱῶν Μαχιρ πατρὸς Γαλααδ
2:24 καὶ μετὰ τὸ ἀποθανεῖν Εσερων ἦλθεν Χαλεβ εἰς Εφραθα καὶ ἡ γυνὴ Εσερων Αβια καὶ ἔτεκεν αὐτῷ τὸν Ασχωδ πατέρα Θεκωε
2:25 καὶ ἦσαν υἱοὶ Ιερεμεηλ πρωτοτόκου Εσερων ὁ πρωτότοκος Ραμ καὶ Βαανα καὶ Αραν καὶ Ασομ ἀδελφὸς αὐτοῦ
2:26 καὶ ἦν γυνὴ ἑτέρα τῷ Ιερεμεηλ καὶ ὄνομα αὐτῇ Αταρα αὕτη ἐστὶν μήτηρ Οζομ
2:27 καὶ ἦσαν υἱοὶ Ραμ πρωτοτόκου Ιερεμεηλ Μαας καὶ Ιαμιν καὶ Ακορ
2:28 καὶ ἦσαν υἱοὶ Οζομ Σαμαι καὶ Ιαδαε καὶ υἱοὶ Σαμαι Ναδαβ καὶ Αβισουρ
2:29 καὶ ὄνομα τῆς γυναικὸς Αβισουρ Αβιχαιλ καὶ ἔτεκεν αὐτῷ τὸν Αχαβαρ καὶ τὸν Μωλιδ
2:30 υἱοὶ Ναδαβ Σαλαδ καὶ Αφφαιμ καὶ ἀπέθανεν Σαλαδ οὐκ ἔχων τέκνα
2:31 καὶ υἱοὶ Αφφαιμ Ισεμιηλ καὶ υἱοὶ Ισεμιηλ Σωσαν καὶ υἱοὶ Σωσαν Αχλαι
2:32 καὶ υἱοὶ Ιαδαε Αχισαμαι Ιεθερ Ιωναθαν καὶ ἀπέθανεν Ιεθερ οὐκ ἔχων τέκνα
2:33 καὶ υἱοὶ Ιωναθαν Φαλεθ καὶ Οζαζα οὗτοι ἦσαν υἱοὶ Ιερεμεηλ
2:34 καὶ οὐκ ἦσαν τῷ Σωσαν υἱοί ἀλλ᾽ ἢ θυγατέρες καὶ τῷ Σωσαν παῖς Αἰγύπτιος καὶ ὄνομα αὐτῷ Ιωχηλ
2:35 καὶ ἔδωκεν Σωσαν τὴν θυγατέρα αὐτοῦ τῷ Ιωχηλ παιδὶ αὐτοῦ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ τὸν Εθθι
2:36 καὶ Εθθι ἐγέννησεν τὸν Ναθαν καὶ Ναθαν ἐγέννησεν τὸν Ζαβεδ
2:37 καὶ Ζαβεδ ἐγέννησεν τὸν Αφαληλ καὶ Αφαληλ ἐγέννησεν τὸν Ωβηδ
2:38 καὶ Ωβηδ ἐγέννησεν τὸν Ιηου καὶ Ιηου ἐγέννησεν τὸν Αζαριαν
2:39 καὶ Αζαριας ἐγέννησεν τὸν Χελλης καὶ Χελλης ἐγέννησεν τὸν Ελεασα
2:40 καὶ Ελεασα ἐγέννησεν τὸν Σοσομαι καὶ Σοσομαι ἐγέννησεν τὸν Σαλουμ
2:41 καὶ Σαλουμ ἐγέννησεν τὸν Ιεχεμιαν καὶ Ιεχεμιας ἐγέννησεν τὸν Ελισαμα
2:42 καὶ υἱοὶ Χαλεβ ἀδελφοῦ Ιερεμεηλ Μαρισα ὁ πρωτότοκος αὐτοῦ οὗτος πατὴρ Ζιφ καὶ υἱοὶ Μαρισα πατρὸς Χεβρων
2:43 καὶ υἱοὶ Χεβρων Κορε καὶ Θαπους καὶ Ρεκομ καὶ Σεμαα
2:44 καὶ Σεμαα ἐγέννησεν τὸν Ραεμ πατέρα Ιερκααν καὶ Ιερκααν ἐγέννησεν τὸν Σαμαι
2:45 καὶ υἱὸς αὐτοῦ Μαων καὶ Μαων πατὴρ Βαιθσουρ
2:46 καὶ Γαιφα ἡ παλλακὴ Χαλεβ ἐγέννησεν τὸν Αρραν καὶ τὸν Μωσα καὶ τὸν Γεζουε καὶ Αρραν ἐγέννησεν τὸν Γεζουε
2:47 καὶ υἱοὶ Ιαδαι Ραγεμ καὶ Ιωαθαμ καὶ Γηρσωμ καὶ Φαλετ καὶ Γαιφα καὶ Σαγαφ
2:48 καὶ ἡ παλλακὴ Χαλεβ Μωχα ἐγέννησεν τὸν Σαβερ καὶ τὸν Θαρχνα
2:49 καὶ ἐγέννησεν Σαγαφ πατέρα Μαρμηνα καὶ τὸν Σαου πατέρα Μαχαβηνα καὶ πατέρα Γαιβαα καὶ θυγάτηρ Χαλεβ Ασχα
2:50 οὗτοι ἦσαν υἱοὶ Χαλεβ υἱοὶ Ωρ πρωτοτόκου Εφραθα Σωβαλ πατὴρ Καριαθιαριμ
2:51 Σαλωμων πατὴρ Βαιθλαεμ Αριμ πατὴρ Βαιθγεδωρ
2:52 καὶ ἦσαν υἱοὶ τῷ Σωβαλ πατρὶ Καριαθιαριμ Αραα Εσι Αμμανιθ
2:53 Εμοσφεως πόλις Ιαϊρ Αιθαλιμ καὶ Μιφιθιμ καὶ Ησαμαθιμ καὶ Ημασαραϊμ ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι καὶ οἱ Εσθαωλαῖοι
2:54 υἱοὶ Σαλωμων Βαιθλαεμ Νετωφαθι Αταρωθ οἴκου Ιωαβ καὶ ἥμισυ τῆς Μαναθι Ησαρεϊ
2:55 πατριαὶ γραμματέων κατοικοῦντες Ιαβες Θαργαθιιμ Σαμαθιιμ Σωκαθιιμ οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐκ Μεσημα πατρὸς οἴκου Ρηχαβ


  1. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 01

    Category1 Chronicles
    Read More
  2. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 02

    Category1 Chronicles
    Read More
  3. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 03

    Category1 Chronicles
    Read More
  4. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 04

    Category1 Chronicles
    Read More
  5. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 05

    Category1 Chronicles
    Read More
  6. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 06

    Category1 Chronicles
    Read More
  7. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 07

    Category1 Chronicles
    Read More
  8. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 08

    Category1 Chronicles
    Read More
  9. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 09

    Category1 Chronicles
    Read More
  10. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 10

    Category1 Chronicles
    Read More
  11. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 11

    Category1 Chronicles
    Read More
  12. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 12

    Category1 Chronicles
    Read More
  13. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 13

    Category1 Chronicles
    Read More
  14. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 14

    Category1 Chronicles
    Read More
  15. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 15

    Category1 Chronicles
    Read More
  16. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 16

    Category1 Chronicles
    Read More
  17. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 17

    Category1 Chronicles
    Read More
  18. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 18

    Category1 Chronicles
    Read More
  19. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 19

    Category1 Chronicles
    Read More
  20. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 20

    Category1 Chronicles
    Read More
  21. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 21

    Category1 Chronicles
    Read More
  22. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 22

    Category1 Chronicles
    Read More
  23. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 23

    Category1 Chronicles
    Read More
  24. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 24

    Category1 Chronicles
    Read More
  25. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 25

    Category1 Chronicles
    Read More
  26. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 26

    Category1 Chronicles
    Read More
  27. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 27

    Category1 Chronicles
    Read More
  28. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 28

    Category1 Chronicles
    Read More
  29. Greek LXX(Rahlps), 1 Chronicles, Chapter 29

    Category1 Chronicles
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소