Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

20:1 ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας εἰς θάνατον καὶ εἰσῆλθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος ἔντειλαι τῷ οἴκῳ σου ὅτι ἀποθνῄσκεις σὺ καὶ οὐ ζήσῃ
20:2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς κύριον λέγων
20:3 ὦ δή κύριε μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμῷ μεγάλῳ
20:4 καὶ ἦν Ησαιας ἐν τῇ αὐλῇ τῇ μέσῃ καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων
20:5 ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Εζεκιαν τὸν ἡγούμενον τοῦ λαοῦ μου τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου ἤκουσα τῆς προσευχῆς σου εἶδον τὰ δάκρυά σου ἰδοὺ ἐγὼ ἰάσομαί σε τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον κυρίου
20:6 καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾽ ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου
20:7 καὶ εἶπεν λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος καὶ ὑγιάσει
20:8 καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν τί τὸ σημεῖον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἶκον κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ
20:9 καὶ εἶπεν Ησαιας τοῦτο τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον ὃν ἐλάλησεν πορεύσεται ἡ σκιὰ δέκα βαθμούς ἐὰν ἐπιστρέφῃ δέκα βαθμούς
20:10 καὶ εἶπεν Εζεκιας κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς οὐχί ἀλλ᾽ ἐπιστραφήτω ἡ σκιὰ δέκα βαθμοὺς εἰς τὰ ὀπίσω
20:11 καὶ ἐβόησεν Ησαιας ὁ προφήτης πρὸς κύριον καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς
20:12 ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναα πρὸς Εζεκιαν ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Εζεκιας
20:13 καὶ ἐχάρη ἐπ᾽ αὐτοῖς Εζεκιας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ
20:14 καὶ εἰσῆλθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν Εζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλῶνος
20:15 καὶ εἶπεν τί εἶδον ἐν τῷ οἴκῳ σου καὶ εἶπεν πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἶδον οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου
20:16 καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν ἄκουσον λόγον κυρίου
20:17 ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα ὃ εἶπεν κύριος
20:18 καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις λήμψεται καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος
20:19 καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου
20:20 καὶ τὰ λοιπὰ τῶν λόγων Εζεκιου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα
20:21 καὶ ἐκοιμήθη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ


  1. Greek LXX(Rahlps), 2 Kings, Chapter 01

    Category2 Kings
    Read More
  2. Greek LXX(Rahlps), 2 Kings, Chapter 02

    Category2 Kings
    Read More
  3. Greek LXX(Rahlps), 2 Kings, Chapter 03

    Category2 Kings
    Read More
  4. Greek LXX(Rahlps), 2 Kings, Chapter 04

    Category2 Kings
    Read More
  5. Greek LXX(Rahlps), 2 Kings, Chapter 05

    Category2 Kings
    Read More
  6. Greek LXX(Rahlps), 2 Kings, Chapter 06

    Category2 Kings
    Read More
  7. Greek LXX(Rahlps), 2 Kings, Chapter 07

    Category2 Kings
    Read More
  8. Greek LXX(Rahlps), 2 Kings, Chapter 08

    Category2 Kings
    Read More
  9. Greek LXX(Rahlps), 2 Kings, Chapter 09

    Category2 Kings
    Read More
  10. Greek LXX(Rahlps), 2 Kings, Chapter 10

    Category2 Kings
    Read More
  11. Greek LXX(Rahlps), 2 Kings, Chapter 11

    Category2 Kings
    Read More
  12. Greek LXX(Rahlps), 2 Kings, Chapter 12

    Category2 Kings
    Read More
  13. Greek LXX(Rahlps), 2 Kings, Chapter 13

    Category2 Kings
    Read More
  14. Greek LXX(Rahlps), 2 Kings, Chapter 14

    Category2 Kings
    Read More
  15. Greek LXX(Rahlps), 2 Kings, Chapter 15

    Category2 Kings
    Read More
  16. Greek LXX(Rahlps), 2 Kings, Chapter 16

    Category2 Kings
    Read More
  17. Greek LXX(Rahlps), 2 Kings, Chapter 17

    Category2 Kings
    Read More
  18. Greek LXX(Rahlps), 2 Kings, Chapter 18

    Category2 Kings
    Read More
  19. Greek LXX(Rahlps), 2 Kings, Chapter 19

    Category2 Kings
    Read More
  20. Greek LXX(Rahlps), 2 Kings, Chapter 20

    Category2 Kings
    Read More
  21. Greek LXX(Rahlps), 2 Kings, Chapter 21

    Category2 Kings
    Read More
  22. Greek LXX(Rahlps), 2 Kings, Chapter 22

    Category2 Kings
    Read More
  23. Greek LXX(Rahlps), 2 Kings, Chapter 23

    Category2 Kings
    Read More
  24. Greek LXX(Rahlps), 2 Kings, Chapter 24

    Category2 Kings
    Read More
  25. Greek LXX(Rahlps), 2 Kings, Chapter 25

    Category2 Kings
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소