Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

17:1 καὶ εἶπεν Ηλιου ὁ προφήτης ὁ Θεσβίτης ἐκ Θεσβων τῆς Γαλααδ πρὸς Αχααβ ζῇ κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου
17:2 καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ηλιου
17:3 πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορραθ τοῦ ἐπὶ προσώπου τοῦ Ιορδάνου
17:4 καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ
17:5 καὶ ἐποίησεν Ηλιου κατὰ τὸ ῥῆμα κυρίου καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορραθ ἐπὶ προσώπου τοῦ Ιορδάνου
17:6 καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ
17:7 καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς
17:8 καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ηλιου
17:9 ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτα τῆς Σιδωνίας ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε
17:10 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτα εἰς τὸν πυλῶνα τῆς πόλεως καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν αὐτῇ λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι
17:11 καὶ ἐπορεύθη λαβεῖν καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν λήμψῃ δή μοι ψωμὸν ἄρτου ἐν τῇ χειρί σου
17:12 καὶ εἶπεν ἡ γυνή ζῇ κύριος ὁ θεός σου εἰ ἔστιν μοι ἐγκρυφίας ἀλλ᾽ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου καὶ φαγόμεθα καὶ ἀποθανούμεθα
17:13 καὶ εἶπεν πρὸς αὐτὴν Ηλιου θάρσει εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου ἀλλὰ ποίησον ἐμοὶ ἐκεῖθεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾽ ἐσχάτου
17:14 ὅτι τάδε λέγει κύριος ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς
17:15 καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς
17:16 καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ηλιου
17:17 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα ἕως οὗ οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα
17:18 καὶ εἶπεν πρὸς Ηλιου τί ἐμοὶ καὶ σοί ἄνθρωπε τοῦ θεοῦ εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου
17:19 καὶ εἶπεν Ηλιου πρὸς τὴν γυναῖκα δός μοι τὸν υἱόν σου καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ
17:20 καὶ ἀνεβόησεν Ηλιου καὶ εἶπεν οἴμμοι κύριε ὁ μάρτυς τῆς χήρας μεθ᾽ ἧς ἐγὼ κατοικῶ μετ᾽ αὐτῆς σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς
17:21 καὶ ἐνεφύσησεν τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν κύριε ὁ θεός μου ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν
17:22 καὶ ἐγένετο οὕτως καὶ ἀνεβόησεν τὸ παιδάριον
17:23 καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν Ηλιου βλέπε ζῇ ὁ υἱός σου
17:24 καὶ εἶπεν ἡ γυνὴ πρὸς Ηλιου ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληθινόν


  1. No Image 25Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 01

  2. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 02

  3. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 03

  4. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 04

  5. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 05

  6. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 06

  7. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 07

  8. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 08

  9. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 09

  10. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 10

  11. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 11

  12. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 12

  13. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 13

  14. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 14

  15. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 15

  16. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 16

  17. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 17

  18. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 18

  19. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 19

  20. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 20

  21. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 21

  22. No Image 27Feb
    by 한글 모레
    in 1 Kings

    Greek LXX(Rahlps), 1 Kings, Chapter 22

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소