18:1
18:2
18:3
18:4
18:5
18:6 καὶ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυιδ ἐκ πασῶν πόλεων Ισραηλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις
18:7 καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ
18:8 καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαουλ περὶ τοῦ λόγου τούτου καὶ εἶπεν τῷ Δαυιδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας
18:9 καὶ ἦν Σαουλ ὑποβλεπόμενος τὸν Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα
18:10
18:11
18:12 καὶ ἐφοβήθη Σαουλ ἀπὸ προσώπου Δαυιδ
18:13 καὶ ἀπέστησεν αὐτὸν ἀπ᾽ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ
18:14 καὶ ἦν Δαυιδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνίων καὶ κύριος μετ᾽ αὐτοῦ
18:15 καὶ εἶδεν Σαουλ ὡς αὐτὸς συνίει σφόδρα καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ
18:16 καὶ πᾶς Ισραηλ καὶ Ιουδας ἠγάπα τὸν Δαυιδ ὅτι αὐτὸς ἐξεπορεύετο καὶ εἰσεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ
18:17
18:18
18:19
18:20 καὶ ἠγάπησεν Μελχολ ἡ θυγάτηρ Σαουλ τὸν Δαυιδ καὶ ἀπηγγέλη Σαουλ καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς αὐτοῦ
18:21 καὶ εἶπεν Σαουλ δώσω αὐτὴν αὐτῷ καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον καὶ ἦν ἐπὶ Σαουλ χεὶρ ἀλλοφύλων
18:22 καὶ ἐνετείλατο Σαουλ τοῖς παισὶν αὐτοῦ λέγων λαλήσατε ὑμεῖς λάθρᾳ τῷ Δαυιδ λέγοντες ἰδοὺ ὁ βασιλεὺς θέλει ἐν σοί καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ
18:23 καὶ ἐλάλησαν οἱ παῖδες Σαουλ εἰς τὰ ὦτα Δαυιδ τὰ ῥήματα ταῦτα καὶ εἶπεν Δαυιδ εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος
18:24 καὶ ἀπήγγειλαν οἱ παῖδες Σαουλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα ἃ ἐλάλησεν Δαυιδ
18:25 καὶ εἶπεν Σαουλ τάδε ἐρεῖτε τῷ Δαυιδ οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλ᾽ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι εἰς ἐχθροὺς τοῦ βασιλέως καὶ Σαουλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοφύλων
18:26 καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαουλ τῷ Δαυιδ τὰ ῥήματα ταῦτα καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυιδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ
18:27 καὶ ἀνέστη Δαυιδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν Μελχολ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα
18:28 καὶ εἶδεν Σαουλ ὅτι κύριος μετὰ Δαυιδ καὶ πᾶς Ισραηλ ἠγάπα αὐτόν
18:29 καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυιδ ἔτι
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 01
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 02
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 03
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 04
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 05
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 06
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 07
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 08
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 09
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 10
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 11
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 12
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 13
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 14
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 15
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 16
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 17
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 18
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 19
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 20
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 21
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 22
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 23
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 24
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 25
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 26
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 27
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 28
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 29
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 30
-
Greek LXX(Rahlps), 1 Samuel, Chapter 31
Previous
List