Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

15:1 καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ἐμὲ ἀπέστειλεν κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ νῦν ἄκουε τῆς φωνῆς κυρίου
15:2 τάδε εἶπεν κύριος σαβαωθ νῦν ἐκδικήσω ἃ ἐποίησεν Αμαληκ τῷ Ισραηλ ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου
15:3 καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ᾽ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου
15:4 καὶ παρήγγειλεν Σαουλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων
15:5 καὶ ἦλθεν Σαουλ ἕως τῶν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ
15:6 καὶ εἶπεν Σαουλ πρὸς τὸν Κιναῖον ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Αμαληκίτου μὴ προσθῶ σε μετ᾽ αὐτοῦ καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Αμαληκ
15:7 καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου
15:8 καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζῶντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας
15:9 καὶ περιεποιήσατο Σαουλ καὶ πᾶς ὁ λαὸς τὸν Αγαγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν
15:10 καὶ ἐγενήθη ῥῆμα κυρίου πρὸς Σαμουηλ λέγων
15:11 παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα
15:12 καὶ ὤρθρισεν Σαμουηλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραηλ πρωί καὶ ἀπηγγέλη τῷ Σαμουηλ λέγοντες ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Αμαληκ
15:13 καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ καὶ εἶπεν αὐτῷ Σαουλ εὐλογητὸς σὺ τῷ κυρίῳ ἔστησα πάντα ὅσα ἐλάλησεν κύριος
15:14 καὶ εἶπεν Σαμουηλ καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου καὶ φωνὴ τῶν βοῶν ὧν ἐγὼ ἀκούω
15:15 καὶ εἶπεν Σαουλ ἐξ Αμαληκ ἤνεγκα αὐτά ἃ περιεποιήσατο ὁ λαός τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου καὶ τὰ λοιπὰ ἐξωλέθρευσα
15:16 καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα καὶ εἶπεν αὐτῷ λάλησον
15:17 καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ισραηλ καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ
15:18 καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ τὸν Αμαληκ καὶ πολεμήσεις αὐτούς ἕως συντελέσῃς αὐτούς
15:19 καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς κυρίου ἀλλ᾽ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου
15:20 καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ καὶ ἐπορεύθην ἐν τῇ ὁδῷ ᾗ ἀπέστειλέν με κύριος καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα
15:21 καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολεθρεύματος θῦσαι ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν Γαλγαλοις
15:22 καὶ εἶπεν Σαμουηλ εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν
15:23 ὅτι ἁμαρτία οἰώνισμά ἐστιν ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ
15:24 καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥῆμά σου ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν
15:25 καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ᾽ ἐμοῦ καὶ προσκυνήσω κυρίῳ τῷ θεῷ σου
15:26 καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ οὐκ ἀναστρέφω μετὰ σοῦ ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου καὶ ἐξουδενώσει σε κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ισραηλ
15:27 καὶ ἀπέστρεψεν Σαμουηλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν καὶ ἐκράτησεν Σαουλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό
15:28 καὶ εἶπεν πρὸς αὐτὸν Σαμουηλ διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ
15:29 καὶ διαιρεθήσεται Ισραηλ εἰς δύο καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός
15:30 καὶ εἶπεν Σαουλ ἡμάρτηκα ἀλλὰ δόξασον με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ᾽ ἐμοῦ καὶ προσκυνήσω τῷ κυρίῳ θεῷ σου
15:31 καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ καὶ προσεκύνησεν τῷ κυρίῳ
15:32 καὶ εἶπεν Σαμουηλ προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ καὶ προσῆλθεν πρὸς αὐτὸν Αγαγ τρέμων καὶ εἶπεν Αγαγ εἰ οὕτως πικρὸς ὁ θάνατος
15:33 καὶ εἶπεν Σαμουηλ πρὸς Αγαγ καθότι ἠτέκνωσεν γυναῖκας ἡ ῥομφαία σου οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου καὶ ἔσφαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον κυρίου ἐν Γαλγαλ
15:34 καὶ ἀπῆλθεν Σαμουηλ εἰς Αρμαθαιμ καὶ Σαουλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα
15:35 καὶ οὐ προσέθετο Σαμουηλ ἔτι ἰδεῖν τὸν Σαουλ ἕως ἡμέρας θανάτου αὐτοῦ ὅτι ἐπένθει Σαμουηλ ἐπὶ Σαουλ καὶ κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ


  1. Greek LXX(Rahlps), 1 Samuel, Chapter 01

    Category1 Samuel
    Read More
  2. Greek LXX(Rahlps), 1 Samuel, Chapter 02

    Category1 Samuel
    Read More
  3. Greek LXX(Rahlps), 1 Samuel, Chapter 03

    Category1 Samuel
    Read More
  4. Greek LXX(Rahlps), 1 Samuel, Chapter 04

    Category1 Samuel
    Read More
  5. Greek LXX(Rahlps), 1 Samuel, Chapter 05

    Category1 Samuel
    Read More
  6. Greek LXX(Rahlps), 1 Samuel, Chapter 06

    Category1 Samuel
    Read More
  7. Greek LXX(Rahlps), 1 Samuel, Chapter 07

    Category1 Samuel
    Read More
  8. Greek LXX(Rahlps), 1 Samuel, Chapter 08

    Category1 Samuel
    Read More
  9. Greek LXX(Rahlps), 1 Samuel, Chapter 09

    Category1 Samuel
    Read More
  10. Greek LXX(Rahlps), 1 Samuel, Chapter 10

    Category1 Samuel
    Read More
  11. Greek LXX(Rahlps), 1 Samuel, Chapter 11

    Category1 Samuel
    Read More
  12. Greek LXX(Rahlps), 1 Samuel, Chapter 12

    Category1 Samuel
    Read More
  13. Greek LXX(Rahlps), 1 Samuel, Chapter 13

    Category1 Samuel
    Read More
  14. Greek LXX(Rahlps), 1 Samuel, Chapter 14

    Category1 Samuel
    Read More
  15. Greek LXX(Rahlps), 1 Samuel, Chapter 15

    Category1 Samuel
    Read More
  16. Greek LXX(Rahlps), 1 Samuel, Chapter 16

    Category1 Samuel
    Read More
  17. Greek LXX(Rahlps), 1 Samuel, Chapter 17

    Category1 Samuel
    Read More
  18. Greek LXX(Rahlps), 1 Samuel, Chapter 18

    Category1 Samuel
    Read More
  19. Greek LXX(Rahlps), 1 Samuel, Chapter 19

    Category1 Samuel
    Read More
  20. Greek LXX(Rahlps), 1 Samuel, Chapter 20

    Category1 Samuel
    Read More
  21. Greek LXX(Rahlps), 1 Samuel, Chapter 21

    Category1 Samuel
    Read More
  22. Greek LXX(Rahlps), 1 Samuel, Chapter 22

    Category1 Samuel
    Read More
  23. Greek LXX(Rahlps), 1 Samuel, Chapter 23

    Category1 Samuel
    Read More
  24. Greek LXX(Rahlps), 1 Samuel, Chapter 24

    Category1 Samuel
    Read More
  25. Greek LXX(Rahlps), 1 Samuel, Chapter 25

    Category1 Samuel
    Read More
  26. Greek LXX(Rahlps), 1 Samuel, Chapter 26

    Category1 Samuel
    Read More
  27. Greek LXX(Rahlps), 1 Samuel, Chapter 27

    Category1 Samuel
    Read More
  28. Greek LXX(Rahlps), 1 Samuel, Chapter 28

    Category1 Samuel
    Read More
  29. Greek LXX(Rahlps), 1 Samuel, Chapter 29

    Category1 Samuel
    Read More
  30. Greek LXX(Rahlps), 1 Samuel, Chapter 30

    Category1 Samuel
    Read More
  31. Greek LXX(Rahlps), 1 Samuel, Chapter 31

    Category1 Samuel
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소