Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

1:1 ἄνθρωπος ἦν ἐξ Αρμαθαιμ Σιφα ἐξ ὄρους Εφραιμ καὶ ὄνομα αὐτῷ Ελκανα υἱὸς Ιερεμεηλ υἱοῦ Ηλιου υἱοῦ Θοκε ἐν Νασιβ Εφραιμ
1:2 καὶ τούτῳ δύο γυναῖκες ὄνομα τῇ μιᾷ Αννα καὶ ὄνομα τῇ δευτέρᾳ Φεννανα καὶ ἦν τῇ Φεννανα παιδία καὶ τῇ Αννα οὐκ ἦν παιδίον
1:3 καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Αρμαθαιμ προσκυνεῖν καὶ θύειν τῷ κυρίῳ θεῷ σαβαωθ εἰς Σηλω καὶ ἐκεῖ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτοῦ Οφνι καὶ Φινεες ἱερεῖς τοῦ κυρίου
1:4 καὶ ἐγενήθη ἡμέρᾳ καὶ ἔθυσεν Ελκανα καὶ ἔδωκεν τῇ Φεννανα γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς καὶ ταῖς θυγατράσιν αὐτῆς μερίδας
1:5 καὶ τῇ Αννα ἔδωκεν μερίδα μίαν ὅτι οὐκ ἦν αὐτῇ παιδίον πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς
1:6 ὅτι οὐκ ἔδωκεν αὐτῇ κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς καὶ ἠθύμει διὰ τοῦτο ὅτι συνέκλεισεν κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον
1:7 οὕτως ἐποίει ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον κυρίου καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν
1:8 καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς Αννα καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγώ κύριε καὶ εἶπεν αὐτῇ τί ἐστίν σοι ὅτι κλαίεις καὶ ἵνα τί οὐκ ἐσθίεις καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα
1:9 καὶ ἀνέστη Αννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλω καὶ κατέστη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ κυρίου
1:10 καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν
1:11 καὶ ηὔξατο εὐχὴν κυρίῳ λέγουσα Αδωναι κύριε ελωαι σαβαωθ ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
1:12 καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς
1:13 καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεθύουσαν
1:14 καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ηλι ἕως πότε μεθυσθήσῃ περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου
1:15 καὶ ἀπεκρίθη Αννα καὶ εἶπεν οὐχί κύριε γυνή ᾗ σκληρὰ ἡμέρα ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου
1:16 μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν
1:17 καὶ ἀπεκρίθη Ηλι καὶ εἶπεν αὐτῇ πορεύου εἰς εἰρήνην ὁ θεὸς Ισραηλ δῴη σοι πᾶν αἴτημά σου ὃ ᾐτήσω παρ᾽ αὐτοῦ
1:18 καὶ εἶπεν εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι
1:19 καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνοῦσιν τῷ κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν καὶ εἰσῆλθεν Ελκανα εἰς τὸν οἶκον αὐτοῦ Αρμαθαιμ καὶ ἔγνω τὴν Ανναν γυναῖκα αὐτοῦ καὶ ἐμνήσθη αὐτῆς κύριος
1:20 καὶ συνέλαβεν καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουηλ καὶ εἶπεν ὅτι παρὰ κυρίου θεοῦ σαβαωθ ᾐτησάμην αὐτόν
1:21 καὶ ἀνέβη ὁ ἄνθρωπος Ελκανα καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλωμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ
1:22 καὶ Αννα οὐκ ἀνέβη μετ᾽ αὐτοῦ ὅτι εἶπεν τῷ ἀνδρὶ αὐτῆς ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον ἐὰν ἀπογαλακτίσω αὐτό καὶ ὀφθήσεται τῷ προσώπῳ κυρίου καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος
1:23 καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτῆς ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν
1:24 καὶ ἀνέβη μετ᾽ αὐτοῦ εἰς Σηλωμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οιφι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου ἐν Σηλωμ καὶ τὸ παιδάριον μετ᾽ αὐτῶν
1:25 καὶ προσήγαγον ἐνώπιον κυρίου καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ καὶ προσήγαγεν τὸ παιδάριον καὶ ἔσφαξεν τὸν μόσχον καὶ προσήγαγεν Αννα ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ηλι
1:26 καὶ εἶπεν ἐν ἐμοί κύριε ζῇ ἡ ψυχή σου ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου ἐν τῷ προσεύξασθαι πρὸς κύριον
1:27 ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην καὶ ἔδωκέν μοι κύριος τὸ αἴτημά μου ὃ ᾐτησάμην παρ᾽ αὐτοῦ
1:28 κἀγὼ κιχρῶ αὐτὸν τῷ κυρίῳ πάσας τὰς ἡμέρας ἃς ζῇ αὐτός χρῆσιν τῷ κυρίῳ


  1. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 01

  2. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 02

  3. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 03

  4. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 04

  5. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 05

  6. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 06

  7. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 07

  8. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 08

  9. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 09

  10. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 10

  11. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 11

  12. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 12

  13. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 13

  14. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 14

  15. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 15

  16. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 16

  17. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 17

  18. No Image 24Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 18

  19. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 19

  20. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 20

  21. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 21

  22. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 22

  23. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 23

  24. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 24

  25. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 25

  26. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 26

  27. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 27

  28. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 28

  29. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 29

  30. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 30

  31. No Image 25Feb
    by 한글 모레
    in 1 Samuel

    Greek LXX(Rahlps), 1 Samuel, Chapter 31

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소