12:1 καὶ ἐβόησεν ἀνὴρ Εφραιμ καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ιεφθαε διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί
12:2 καὶ εἶπεν Ιεφθαε πρὸς αὐτούς ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων σφόδρα καὶ ἐβόησα ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν
12:3 καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Αμμων καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ εἰς τί ἀνέβητε ἐπ᾽ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί
12:4 καὶ συνέστρεψεν Ιεφθαε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῷ Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἶπαν οἱ διασῳζόμενοι τοῦ Εφραιμ ὑμεῖς Γαλααδ ἐν μέσῳ τοῦ Εφραιμ καὶ ἐν μέσῳ τοῦ Μανασση
12:5 καὶ προκατελάβετο Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι Εφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ μὴ Εφραθίτης εἶ καὶ εἶπεν οὔ
12:6 καὶ εἶπαν αὐτῷ εἰπὸν δὴ στάχυς καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ιορδάνου καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Εφραιμ τεσσαράκοντα δύο χιλιάδες
12:7 καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλααδ
12:8 καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Αβαισαν ἀπὸ Βαιθλεεμ
12:9 καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἃς ἐξαπέστειλεν ἔξω καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη
12:10 καὶ ἀπέθανεν Αβαισαν καὶ ἐτάφη ἐν Βαιθλεεμ
12:11 καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Αιλωμ ὁ Ζαβουλωνίτης δέκα ἔτη
12:12 καὶ ἀπέθανεν Αιλωμ ὁ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αιλωμ ἐν γῇ Ζαβουλων
12:13 καὶ ἔκρινεν μετ᾽ αὐτὸν τὸν Ισραηλ Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης
12:14 καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη
12:15 καὶ ἀπέθανεν Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθωμ ἐν γῇ Εφραιμ ἐν ὄρει τοῦ Αμαληκ
-
Read More
Greek LXX(Rahlps), Judges, Chapter 01
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 02
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 03
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 04
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 05
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 06
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 07
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 08
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 09
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 10
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 11
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 12
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 13
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 14
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 15
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 16
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 17
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 18
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 19
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 20
CategoryJudges -
Read More
Greek LXX(Rahlps), Judges, Chapter 21
CategoryJudges
Previous
List