Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

12:1 καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ιορδάνου ἀφ᾽ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Αρνων ἕως τοῦ ὄρους Αερμων καὶ πᾶσαν τὴν γῆν Αραβα ἀπ᾽ ἀνατολῶν
12:2 Σηων τὸν βασιλέα τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων κυριεύων ἀπὸ Αροηρ ἥ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος καὶ τὸ ἥμισυ τῆς Γαλααδ ἕως Ιαβοκ ὅρια υἱῶν Αμμων
12:3 καὶ Αραβα ἕως τῆς θαλάσσης Χενερεθ κατ᾽ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Αραβα θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ασιμωθ ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωθ Φασγα
12:4 καὶ Ωγ βασιλεὺς Βασαν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν
12:5 ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πᾶσαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ ὁρίων Σηων βασιλέως Εσεβων
12:6 Μωυσῆς ὁ παῖς κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβην καὶ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση
12:7 καὶ οὗτοι οἱ βασιλεῖς τῶν Αμορραίων οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως τοῦ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ισραηλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν
12:8 ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Αραβα καὶ ἐν Ασηδωθ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ναγεβ τὸν Χετταῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Ιεβουσαῖον
12:9 τὸν βασιλέα Ιεριχω καὶ τὸν βασιλέα τῆς Γαι ἥ ἐστιν πλησίον Βαιθηλ
12:10 βασιλέα Ιερουσαλημ βασιλέα Χεβρων
12:11 βασιλέα Ιεριμουθ βασιλέα Λαχις
12:12 βασιλέα Αιλαμ βασιλέα Γαζερ
12:13 βασιλέα Δαβιρ βασιλέα Γαδερ
12:14 βασιλέα Ερμαθ βασιλέα Αραθ
12:15 βασιλέα Λεβνα βασιλέα Οδολλαμ
12:16 βασιλέα Μακηδα
12:17 βασιλέα Ταφουγ βασιλέα Οφερ
12:18 βασιλέα Αφεκ τῆς Σαρων
12:19 βασιλέα Ασωρ
12:20 βασιλέα Συμοων βασιλέα Μαρρων βασιλέα Αζιφ
12:21 βασιλέα Καδης βασιλέα Ταναχ
12:22 βασιλέα Μαγεδων βασιλέα Ιεκοναμ τοῦ Χερμελ
12:23 βασιλέα Δωρ τοῦ Ναφεδδωρ βασιλέα Γωιμ τῆς Γαλιλαίας
12:24 βασιλέα Θαρσα πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα


  1. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 01

  2. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 02

  3. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 03

  4. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 04

  5. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 05

  6. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 06

  7. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 07

  8. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 08

  9. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 09

  10. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 10

  11. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 11

  12. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 12

  13. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 13

  14. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 14

  15. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 15

  16. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 16

  17. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 17

  18. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 18

  19. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 19

  20. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 20

  21. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 21

  22. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 22

  23. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 23

  24. No Image 24Feb
    by 한글 모레
    in Joshua

    Greek LXX(Rahlps), Joshua, Chapter 24

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소