Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

9:1 ὡς δ᾽ ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Ευαῖοι καὶ οἱ Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ιεβουσαῖοι
9:2 συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ισραηλ ἅμα πάντες [1] τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον κυρίῳ τῷ θεῷ Ισραηλ ἐν ὄρει Γαιβαλ [2] καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου τοῖς υἱοῖς Ισραηλ καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ θυσιαστήριον λίθων ὁλοκλήρων ἐφ᾽ οὓς οὐκ ἐπεβλήθη σίδηρος καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα κυρίῳ καὶ θυσίαν σωτηρίου [3] καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον νόμον Μωυσῆ ὃν ἔγραψεν ἐνώπιον υἱῶν Ισραηλ [4] καὶ πᾶς Ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζιν καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβαλ καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις [5] καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰς εὐλογίας καὶ τὰς κατάρας κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ [6] οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ισραηλ τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ισραηλ
9:3 καὶ οἱ κατοικοῦντες Γαβαων ἤκουσαν πάντα ὅσα ἐποίησεν κύριος τῇ Ιεριχω καὶ τῇ Γαι
9:4 καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους
9:5 καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος
9:6 καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ισραηλ ἐκ γῆς μακρόθεν ἥκαμεν καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην
9:7 καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραῖον ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς καὶ πῶς σοι διαθῶμαι διαθήκην
9:8 καὶ εἶπαν πρὸς Ἰησοῦν οἰκέται σού ἐσμεν καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε
9:9 καὶ εἶπαν ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι κυρίου τοῦ θεοῦ σου ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ
9:10 καὶ ὅσα ἐποίησεν τοῖς βασιλεῦσιν τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου τῷ Σηων βασιλεῖ Εσεβων καὶ τῷ Ωγ βασιλεῖ τῆς Βασαν ὃς κατῴκει ἐν Ασταρωθ καὶ ἐν Εδραϊν
9:11 καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς οἰκέται σού ἐσμεν καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην
9:12 οὗτοι οἱ ἄρτοι θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι
9:13 καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου οὓς ἐπλήσαμεν καινούς καὶ οὗτοι ἐρρώγασιν καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα
9:14 καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ κύριον οὐκ ἐπηρώτησαν
9:15 καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθετο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς
9:16 καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσιν καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσιν
9:17 καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν αἱ δὲ πόλεις αὐτῶν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν
9:18 καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ισραηλ ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν
9:19 καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ ἡμεῖς ὠμόσαμεν αὐτοῖς κύριον τὸν θεὸν Ισραηλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν
9:20 τοῦτο ποιήσομεν ζωγρῆσαι αὐτούς καὶ περιποιησόμεθα αὐτούς καὶ οὐκ ἔσται καθ᾽ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον ὃν ὠμόσαμεν αὐτοῖς
9:21 ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες
9:22 καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς διὰ τί παρελογίσασθέ με λέγοντες μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν
9:23 καὶ νῦν ἐπικατάρατοί ἐστε οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τῷ θεῷ μου
9:24 καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ λέγοντες ἀνηγγέλη ἡμῖν ὅσα συνέταξεν κύριος ὁ θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολεθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ᾽ αὐτῆς ἀπὸ προσώπου ὑμῶν καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο
9:25 καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν ποιήσατε ἡμῖν
9:26 καὶ ἐποίησαν αὐτοῖς οὕτως καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ισραηλ καὶ οὐκ ἀνεῖλον αὐτούς
9:27 καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος


  1. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 01

  2. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 02

  3. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 03

  4. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 04

  5. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 05

  6. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 06

  7. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 07

  8. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 08

  9. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 09

  10. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 10

  11. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 11

  12. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 12

  13. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 13

  14. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 14

  15. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 15

  16. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 16

  17. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 17

  18. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 18

  19. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 19

  20. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 20

  21. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 21

  22. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 22

  23. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 23

  24. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 24

  25. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 25

  26. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 26

  27. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 27

  28. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 28

  29. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 29

  30. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 30

  31. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 31

  32. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 32

  33. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 33

  34. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 34

  35. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 35

  36. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 36

  37. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 37

  38. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 38

  39. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 39

  40. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 40

  41. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 41

  42. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 42

  43. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 43

  44. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 44

  45. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 45

  46. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 46

  47. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 47

  48. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 48

  49. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 49

  50. No Image 21Feb
    by 한글 모레
    in Genesis

    Greek LXX(Rahlps), Genesis, Chapter 50

  51. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 01

  52. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 02

  53. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 03

  54. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 04

  55. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 05

  56. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 06

  57. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 07

  58. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 08

  59. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 09

  60. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 10

  61. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 11

  62. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 12

  63. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 13

  64. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 14

  65. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Exodus, Chapter 15

  66. No Image 21Feb
    by 한글 모레
    in Exodus

    Greek LXX(Rahlps), Genesis, Chapter 16

목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소