Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

6:1 καὶ Ιεριχω συγκεκλεισμένη καὶ ὠχυρωμένη καὶ οὐθεὶς ἐξεπορεύετο ἐξ αὐτῆς οὐδὲ εἰσεπορεύετο
6:2 καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ δυνατοὺς ὄντας ἐν ἰσχύι
6:3 σὺ δὲ περίστησον αὐτῇ τοὺς μαχίμους κύκλῳ
6:4 
6:5 καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν
6:6 καὶ εἰσῆλθεν Ἰησοῦς ὁ τοῦ Ναυη πρὸς τοὺς ἱερεῖς
6:7 καὶ εἶπεν αὐτοῖς λέγων παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον κυρίου
6:8 καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ κυρίου καὶ σημαινέτωσαν εὐτόνως καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου ἐπακολουθείτω
6:9 οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου πορευόμενοι καὶ σαλπίζοντες
6:10 τῷ δὲ λαῷ ἐνετείλατο Ἰησοῦς λέγων μὴ βοᾶτε μηδὲ ἀκουσάτω μηθεὶς ὑμῶν τὴν φωνήν ἕως ἂν ἡμέραν αὐτὸς διαγγείλῃ ἀναβοῆσαι καὶ τότε ἀναβοήσετε
6:11 καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ θεοῦ τὴν πόλιν εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκεῖ
6:12 καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ἀνέστη Ἰησοῦς τὸ πρωί καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου
6:13 καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν
6:14 καὶ ἀπῆλθεν πάλιν εἰς τὴν παρεμβολήν οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας
6:15 καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις
6:16 καὶ τῇ περιόδῳ τῇ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ κεκράξατε παρέδωκεν γὰρ κύριος ὑμῖν τὴν πόλιν
6:17 καὶ ἔσται ἡ πόλις ἀνάθεμα αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ κυρίῳ σαβαωθ πλὴν Ρααβ τὴν πόρνην περιποιήσασθε αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς
6:18 ἀλλὰ ὑμεῖς φυλάξασθε σφόδρα ἀπὸ τοῦ ἀναθέματος μήποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν Ισραηλ ἀνάθεμα καὶ ἐκτρίψητε ἡμᾶς
6:19 καὶ πᾶν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τῷ κυρίῳ εἰς θησαυρὸν κυρίου εἰσενεχθήσεται
6:20 καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς ὡς δὲ ἤκουσεν ὁ λαὸς τὴν φωνὴν τῶν σαλπίγγων ἠλάλαξεν πᾶς ὁ λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν
6:21 καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου ἐν στόματι ῥομφαίας
6:22 καὶ τοῖς δυσὶν νεανίσκοις τοῖς κατασκοπεύσασιν εἶπεν Ἰησοῦς εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν καὶ ὅσα ἐστὶν αὐτῇ
6:23 καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξηγάγοσαν Ρααβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς ἀδελφοὺς αὐτῆς καὶ πάντα ὅσα ἦν αὐτῇ καὶ πᾶσαν τὴν συγγένειαν αὐτῆς καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς Ισραηλ
6:24 καὶ ἡ πόλις ἐνεπρήσθη ἐμπυρισμῷ σὺν πᾶσιν τοῖς ἐν αὐτῇ πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν κυρίου εἰσενεχθῆναι
6:25 καὶ Ρααβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον τὸν πατρικὸν αὐτῆς ἐζώγρησεν Ἰησοῦς καὶ κατῴκησεν ἐν τῷ Ισραηλ ἕως τῆς σήμερον ἡμέρας διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ιεριχω
6:26 καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον κυρίου λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς καὶ οὕτως ἐποίησεν Οζαν ὁ ἐκ Βαιθηλ ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτῆς
6:27 καὶ ἦν κύριος μετὰ Ἰησοῦ καὶ ἦν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν


List of Articles
번호 분류 제목
1425 Revelation Greek NA28 NT, Revelation, Chapter 22
1424 Revelation Greek NA28 NT, Revelation, Chapter 21
1423 Revelation Greek NA28 NT, Revelation, Chapter 20
1422 Revelation Greek NA28 NT, Revelation, Chapter 19
1421 Revelation Greek NA28 NT, Revelation, Chapter 18
1420 Revelation Greek NA28 NT, Revelation, Chapter 17
1419 Revelation Greek NA28 NT, Revelation, Chapter 16
1418 Revelation Greek NA28 NT, Revelation, Chapter 15
1417 Revelation Greek NA28 NT, Revelation, Chapter 14
1416 Revelation Greek NA28 NT, Revelation, Chapter 13
1415 Revelation Greek NA28 NT, Revelation, Chapter 12
1414 Revelation Greek NA28 NT, Revelation, Chapter 11
1413 Revelation Greek NA28 NT, Revelation, Chapter 10
1412 Revelation Greek NA28 NT, Revelation, Chapter 09
1411 Revelation Greek NA28 NT, Revelation, Chapter 08
1410 Revelation Greek NA28 NT, Revelation, Chapter 07
1409 Revelation Greek NA28 NT, Revelation, Chapter 06
1408 Revelation Greek NA28 NT, Revelation, Chapter 05
1407 Revelation Greek NA28 NT, Revelation, Chapter 04
1406 Revelation Greek NA28 NT, Revelation, Chapter 03
1405 Revelation Greek NA28 NT, Revelation, Chapter 02
1404 Revelation Greek NA28 NT, Revelation, Chapter 01
1403 Jude Greek NA28 NT, Jude, Chapter 01
1402 3 John Greek NA28 NT, 3 John, Chapter 01
1401 2 John Greek NA28 NT, 2 John, Chapter 01
1400 1 John Greek NA28 NT, 1 John, Chapter 05
1399 1 John Greek NA28 NT, 1 John, Chapter 04
1398 1 John Greek NA28 NT, 1 John, Chapter 03
1397 1 John Greek NA28 NT, 1 John, Chapter 02
1396 1 John Greek NA28 NT, 1 John, Chapter 01
1395 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 03
1394 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 02
1393 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 01
1392 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 05
1391 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 04
1390 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 03
1389 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 02
1388 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 01
1387 James Greek NA28 NT, James, Chapter 05
1386 James Greek NA28 NT, James, Chapter 04
1385 James Greek NA28 NT, James, Chapter 03
1384 James Greek NA28 NT, James, Chapter 02
1383 James Greek NA28 NT, James, Chapter 01
1382 Hebrews Greek NA28 NT, Hebrews, Chapter 13
1381 Hebrews Greek NA28 NT, Hebrews, Chapter 12
1380 Hebrews Greek NA28 NT, Hebrews, Chapter 11
1379 Hebrews Greek NA28 NT, Hebrews, Chapter 10
1378 Hebrews Greek NA28 NT, Hebrews, Chapter 09
1377 Hebrews Greek NA28 NT, Hebrews, Chapter 08
1376 Hebrews Greek NA28 NT, Hebrews, Chapter 07
1375 Hebrews Greek NA28 NT, Hebrews, Chapter 06
1374 Hebrews Greek NA28 NT, Hebrews, Chapter 05
1373 Hebrews Greek NA28 NT, Hebrews, Chapter 04
1372 Hebrews Greek NA28 NT, Hebrews, Chapter 03
1371 Hebrews Greek NA28 NT, Hebrews, Chapter 02
1370 Hebrews Greek NA28 NT, Hebrews, Chapter 01
1369 Philemon Greek NA28 NT, Philemon, Chapter 01
1368 Titus Greek NA28 NT, Titus, Chapter 03
1367 Titus Greek NA28 NT, Titus, Chapter 02
1366 Titus Greek NA28 NT, Titus, Chapter 01
1365 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 04
1364 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 03
1363 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 02
1362 2 Timothy Greek NA28 NT, 2 Timothy, Chapter 01
1361 1 Timothy Greek NA28 NT, 1 Timothy, Chapter 06
1360 1 Timothy Greek NA28 NT, 1 Timothy, Chapter 05
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소