Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

29:1 καὶ ἐκάλεσεν Μωυσῆς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ
29:2 τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα
29:3 καὶ οὐκ ἔδωκεν κύριος ὁ θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης
29:4 καὶ ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν
29:5 ἄρτον οὐκ ἐφάγετε οἶνον καὶ σικερα οὐκ ἐπίετε ἵνα γνῶτε ὅτι οὗτος κύριος ὁ θεὸς ὑμῶν
29:6 καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου καὶ ἐξῆλθεν Σηων βασιλεὺς Εσεβων καὶ Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ καὶ ἐπατάξαμεν αὐτοὺς
29:7 καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ρουβην καὶ τῷ Γαδδι καὶ τῷ ἡμίσει φυλῆς Μανασση
29:8 καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης ἵνα συνῆτε πάντα ὅσα ποιήσετε
29:9 ὑμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν οἱ ἀρχίφυλοι ὑμῶν καὶ ἡ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν πᾶς ἀνὴρ Ισραηλ
29:10 αἱ γυναῖκες ὑμῶν καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν
29:11 παρελθεῖν ἐν τῇ διαθήκῃ κυρίου τοῦ θεοῦ σου καὶ ἐν ταῖς ἀραῖς αὐτοῦ ὅσα κύριος ὁ θεός σου διατίθεται πρὸς σὲ σήμερον
29:12 ἵνα στήσῃ σε αὐτῷ εἰς λαόν καὶ αὐτὸς ἔσται σου θεός ὃν τρόπον εἶπέν σοι καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ
29:13 καὶ οὐχ ὑμῖν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην
29:14 ἀλλὰ καὶ τοῖς ὧδε οὖσι μεθ᾽ ἡμῶν σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ τοῖς μὴ οὖσιν μεθ᾽ ἡμῶν ὧδε σήμερον
29:15 ὅτι ὑμεῖς οἴδατε ὡς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ καὶ παρήλθομεν ἐν μέσῳ τῶν ἐθνῶν οὓς παρήλθετε
29:16 καὶ εἴδετε τὰ βδελύγματα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν ξύλον καὶ λίθον ἀργύριον καὶ χρυσίον ἅ ἐστιν παρ᾽ αὐτοῖς
29:17 μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἢ φυλή τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθαι λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ
29:18 καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων ὅσιά μοι γένοιτο ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον
29:19 οὐ μὴ θελήσῃ ὁ θεὸς εὐιλατεῦσαι αὐτῷ ἀλλ᾽ ἢ τότε ἐκκαυθήσεται ὀργὴ κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου καὶ ἐξαλείψει κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν
29:20 καὶ διαστελεῖ αὐτὸν κύριος εἰς κακὰ ἐκ πάντων τῶν υἱῶν Ισραηλ κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου
29:21 καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα οἱ υἱοὶ ὑμῶν οἳ ἀναστήσονται μεθ᾽ ὑμᾶς καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς ἃς ἀπέστειλεν κύριος ἐπ᾽ αὐτήν
29:22 θεῖον καὶ ἅλα κατακεκαυμένον πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται οὐδὲ ἀνατελεῖ οὐδὲ μὴ ἀναβῇ ἐπ᾽ αὐτὴν πᾶν χλωρόν ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα Αδαμα καὶ Σεβωιμ ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ ὀργῇ
29:23 καὶ ἐροῦσιν πάντα τὰ ἔθνη διὰ τί ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος
29:24 καὶ ἐροῦσιν ὅτι κατελίποσαν τὴν διαθήκην κυρίου τοῦ θεοῦ τῶν πατέρων αὐτῶν ἃ διέθετο τοῖς πατράσιν αὐτῶν ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου
29:25 καὶ πορευθέντες ἐλάτρευσαν θεοῖς ἑτέροις καὶ προσεκύνησαν αὐτοῖς οἷς οὐκ ἠπίσταντο οὐδὲ διένειμεν αὐτοῖς
29:26 καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπ᾽ αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου
29:27 καὶ ἐξῆρεν αὐτοὺς κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν
29:28 τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ ἡμῶν τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου


  1. Greek LXX(Rahlps), Deuteronomy, Chapter 01

    CategoryDeuteronomy
    Read More
  2. Greek LXX(Rahlps), Deuteronomy, Chapter 02

    CategoryDeuteronomy
    Read More
  3. Greek LXX(Rahlps), Deuteronomy, Chapter 03

    CategoryDeuteronomy
    Read More
  4. Greek LXX(Rahlps), Deuteronomy, Chapter 04

    CategoryDeuteronomy
    Read More
  5. Greek LXX(Rahlps), Deuteronomy, Chapter 05

    CategoryDeuteronomy
    Read More
  6. Greek LXX(Rahlps), Deuteronomy, Chapter 06

    CategoryDeuteronomy
    Read More
  7. Greek LXX(Rahlps), Deuteronomy, Chapter 07

    CategoryDeuteronomy
    Read More
  8. Greek LXX(Rahlps), Deuteronomy, Chapter 08

    CategoryDeuteronomy
    Read More
  9. Greek LXX(Rahlps), Deuteronomy, Chapter 09

    CategoryDeuteronomy
    Read More
  10. Greek LXX(Rahlps), Deuteronomy, Chapter 10

    CategoryDeuteronomy
    Read More
  11. Greek LXX(Rahlps), Deuteronomy, Chapter 11

    CategoryDeuteronomy
    Read More
  12. Greek LXX(Rahlps), Deuteronomy, Chapter 12

    CategoryDeuteronomy
    Read More
  13. Greek LXX(Rahlps), Deuteronomy, Chapter 13

    CategoryDeuteronomy
    Read More
  14. Greek LXX(Rahlps), Deuteronomy, Chapter 14

    CategoryDeuteronomy
    Read More
  15. Greek LXX(Rahlps), Deuteronomy, Chapter 15

    CategoryDeuteronomy
    Read More
  16. Greek LXX(Rahlps), Deuteronomy, Chapter 16

    CategoryDeuteronomy
    Read More
  17. Greek LXX(Rahlps), Deuteronomy, Chapter 17

    CategoryDeuteronomy
    Read More
  18. Greek LXX(Rahlps), Deuteronomy, Chapter 18

    CategoryDeuteronomy
    Read More
  19. Greek LXX(Rahlps), Deuteronomy, Chapter 19

    CategoryDeuteronomy
    Read More
  20. Greek LXX(Rahlps), Deuteronomy, Chapter 20

    CategoryDeuteronomy
    Read More
  21. Greek LXX(Rahlps), Deuteronomy, Chapter 21

    CategoryDeuteronomy
    Read More
  22. Greek LXX(Rahlps), Deuteronomy, Chapter 22

    CategoryDeuteronomy
    Read More
  23. Greek LXX(Rahlps), Deuteronomy, Chapter 23

    CategoryDeuteronomy
    Read More
  24. Greek LXX(Rahlps), Deuteronomy, Chapter 24

    CategoryDeuteronomy
    Read More
  25. Greek LXX(Rahlps), Deuteronomy, Chapter 25

    CategoryDeuteronomy
    Read More
  26. Greek LXX(Rahlps), Deuteronomy, Chapter 26

    CategoryDeuteronomy
    Read More
  27. Greek LXX(Rahlps), Deuteronomy, Chapter 27

    CategoryDeuteronomy
    Read More
  28. Greek LXX(Rahlps), Deuteronomy, Chapter 28

    CategoryDeuteronomy
    Read More
  29. Greek LXX(Rahlps), Deuteronomy, Chapter 29

    CategoryDeuteronomy
    Read More
  30. Greek LXX(Rahlps), Deuteronomy, Chapter 30

    CategoryDeuteronomy
    Read More
  31. Greek LXX(Rahlps), Deuteronomy, Chapter 31

    CategoryDeuteronomy
    Read More
  32. Greek LXX(Rahlps), Deuteronomy, Chapter 32

    CategoryDeuteronomy
    Read More
  33. Greek LXX(Rahlps), Deuteronomy, Chapter 33

    CategoryDeuteronomy
    Read More
  34. Greek LXX(Rahlps), Deuteronomy, Chapter 34

    CategoryDeuteronomy
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소