Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

19:1 ἐὰν δὲ ἀφανίσῃ κύριος ὁ θεός σου τὰ ἔθνη ἃ ὁ θεός σου δίδωσίν σοι τὴν γῆν αὐτῶν καὶ κατακληρονομήσητε αὐτοὺς καὶ κατοικήσητε ἐν ταῖς πόλεσιν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν
19:2 τρεῖς πόλεις διαστελεῖς σεαυτῷ ἐν μέσῳ τῆς γῆς σου ἧς κύριος ὁ θεός σου δίδωσίν σοι
19:3 στόχασαί σοι τὴν ὁδὸν καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου ἣν καταμερίζει σοι κύριος ὁ θεός σου καὶ ἔσται καταφυγὴ ἐκεῖ παντὶ φονευτῇ
19:4 τοῦτο δὲ ἔσται τὸ πρόσταγμα τοῦ φονευτοῦ ὃς ἂν φύγῃ ἐκεῖ καὶ ζήσεται ὃς ἂν πατάξῃ τὸν πλησίον αὐτοῦ ἀκουσίως καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης
19:5 καὶ ὃς ἂν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον καὶ ἀποθάνῃ οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται
19:6 ἵνα μὴ διώξας ὁ ἀγχιστεύων τοῦ αἵματος ὀπίσω τοῦ φονεύσαντος ὅτι παρατεθέρμανται τῇ καρδίᾳ καὶ καταλάβῃ αὐτόν ἐὰν μακροτέρα ᾖ ἡ ὁδός καὶ πατάξῃ αὐτοῦ τὴν ψυχήν καὶ ἀποθάνῃ καὶ τούτῳ οὐκ ἔστιν κρίσις θανάτου ὅτι οὐ μισῶν ἦν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης
19:7 διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι τὸ ῥῆμα τοῦτο λέγων τρεῖς πόλεις διαστελεῖς σεαυτῷ
19:8 ἐὰν δὲ ἐμπλατύνῃ κύριος ὁ θεός σου τὰ ὅριά σου ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου καὶ δῷ σοι κύριος πᾶσαν τὴν γῆν ἣν εἶπεν δοῦναι τοῖς πατράσιν σου
19:9 ἐὰν ἀκούσῃς ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπᾶν κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ πάσας τὰς ἡμέρας καὶ προσθήσεις σεαυτῷ ἔτι τρεῖς πόλεις πρὸς τὰς τρεῖς ταύτας
19:10 καὶ οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῇ γῇ σου ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος
19:11 ἐὰν δὲ γένηται ἄνθρωπος μισῶν τὸν πλησίον καὶ ἐνεδρεύσῃ αὐτὸν καὶ ἐπαναστῇ ἐπ᾽ αὐτὸν καὶ πατάξῃ αὐτοῦ ψυχήν καὶ ἀπεθάνῃ καὶ φύγῃ εἰς μίαν τῶν πόλεων τούτων
19:12 καὶ ἀποστελοῦσιν ἡ γερουσία τῆς πόλεως αὐτοῦ καὶ λήμψονται αὐτὸν ἐκεῖθεν καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῷ ἀγχιστεύοντι τοῦ αἵματος καὶ ἀποθανεῖται
19:13 οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾽ αὐτῷ καὶ καθαριεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ Ισραηλ καὶ εὖ σοι ἔσται
19:14 οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου ἃ ἔστησαν οἱ πατέρες σου ἐν τῇ κληρονομίᾳ σου ᾗ κατεκληρονομήθης ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ
19:15 οὐκ ἐμμενεῖ μάρτυς εἷς μαρτυρῆσαι κατὰ ἀνθρώπου κατὰ πᾶσαν ἀδικίαν καὶ κατὰ πᾶν ἁμάρτημα καὶ κατὰ πᾶσαν ἁμαρτίαν ἣν ἂν ἁμάρτῃ ἐπὶ στόματος δύο μαρτύρων καὶ ἐπὶ στόματος τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα
19:16 ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέβειαν
19:17 καὶ στήσονται οἱ δύο ἄνθρωποι οἷς ἐστιν αὐτοῖς ἡ ἀντιλογία ἔναντι κυρίου καὶ ἔναντι τῶν ἱερέων καὶ ἔναντι τῶν κριτῶν οἳ ἐὰν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις
19:18 καὶ ἐξετάσωσιν οἱ κριταὶ ἀκριβῶς καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ
19:19 καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν
19:20 καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν
19:21 οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾽ αὐτῷ ψυχὴν ἀντὶ ψυχῆς ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ὀδόντα ἀντὶ ὀδόντος χεῖρα ἀντὶ χειρός πόδα ἀντὶ ποδός


  1. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 01

  2. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 02

  3. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 03

  4. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 04

  5. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 05

  6. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 06

  7. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 07

  8. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 08

  9. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 09

  10. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 10

  11. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 11

  12. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 12

  13. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 13

  14. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 14

  15. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 15

  16. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 16

  17. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 17

  18. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 18

  19. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 19

  20. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 20

  21. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 21

  22. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 22

  23. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 23

  24. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 24

  25. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 25

  26. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 26

  27. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 27

  28. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 28

  29. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 29

  30. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 30

  31. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 31

  32. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 32

  33. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 33

  34. No Image 24Feb
    by 한글 모레
    in Deuteronomy

    Greek LXX(Rahlps), Deuteronomy, Chapter 34

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소