Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

11:1 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου καὶ φυλάξῃ τὰ φυλάγματα αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ πάσας τὰς ἡμέρας
11:2 καὶ γνώσεσθε σήμερον ὅτι οὐχὶ τὰ παιδία ὑμῶν ὅσοι οὐκ οἴδασιν οὐδὲ εἴδοσαν τὴν παιδείαν κυρίου τοῦ θεοῦ σου καὶ τὰ μεγαλεῖα αὐτοῦ καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλὸν
11:3 καὶ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ὅσα ἐποίησεν ἐν μέσῳ Αἰγύπτου Φαραω βασιλεῖ Αἰγύπτου καὶ πάσῃ τῇ γῇ αὐτοῦ
11:4 καὶ ὅσα ἐποίησεν τὴν δύναμιν τῶν Αἰγυπτίων τὰ ἅρματα αὐτῶν καὶ τὴν ἵππον αὐτῶν ὡς ἐπέκλυσεν τὸ ὕδωρ τῆς θαλάσσης τῆς ἐρυθρᾶς ἐπὶ προσώπου αὐτῶν καταδιωκόντων αὐτῶν ἐκ τῶν ὀπίσω ὑμῶν καὶ ἀπώλεσεν αὐτοὺς κύριος ἕως τῆς σήμερον ἡμέρας
11:5 καὶ ὅσα ἐποίησεν ὑμῖν ἐν τῇ ἐρήμῳ ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον
11:6 καὶ ὅσα ἐποίησεν τῷ Δαθαν καὶ Αβιρων υἱοῖς Ελιαβ υἱοῦ Ρουβην οὓς ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πᾶσαν αὐτῶν τὴν ὑπόστασιν τὴν μετ᾽ αὐτῶν ἐν μέσῳ παντὸς Ισραηλ
11:7 ὅτι οἱ ὀφθαλμοὶ ὑμῶν ἑώρακαν πάντα τὰ ἔργα κυρίου τὰ μεγάλα ὅσα ἐποίησεν ὑμῖν σήμερον
11:8 καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν
11:9 ἵνα μακροημερεύσητε ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾽ αὐτούς γῆν ῥέουσαν γάλα καὶ μέλι
11:10 ἔστιν γὰρ ἡ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν οὐχ ὥσπερ ἡ γῆ Αἰγύπτου ἐστίν ὅθεν ἐκπεπόρευσθε ἐκεῖθεν ὅταν σπείρωσιν τὸν σπόρον καὶ ποτίζωσιν τοῖς ποσὶν ὡσεὶ κῆπον λαχανείας
11:11 ἡ δὲ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν γῆ ὀρεινὴ καὶ πεδινή ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ
11:12 γῆ ἣν κύριος ὁ θεός σου ἐπισκοπεῖται αὐτήν διὰ παντὸς οἱ ὀφθαλμοὶ κυρίου τοῦ θεοῦ σου ἐπ᾽ αὐτῆς ἀπ᾽ ἀρχῆς τοῦ ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ
11:13 ἐὰν δὲ ἀκοῇ εἰσακούσητε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπᾶν κύριον τὸν θεόν σου καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
11:14 καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καθ᾽ ὥραν πρόιμον καὶ ὄψιμον καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου
11:15 καὶ δώσει χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσίν σου καὶ φαγὼν καὶ ἐμπλησθεὶς
11:16 πρόσεχε σεαυτῷ μὴ πλατυνθῇ ἡ καρδία σου καὶ παραβῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς
11:17 καὶ θυμωθεὶς ὀργῇ κύριος ἐφ᾽ ὑμῖν καὶ συσχῇ τὸν οὐρανόν καὶ οὐκ ἔσται ὑετός καὶ ἡ γῆ οὐ δώσει τὸν καρπὸν αὐτῆς καὶ ἀπολεῖσθε ἐν τάχει ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ἧς ἔδωκεν ὁ κύριος ὑμῖν
11:18 καὶ ἐμβαλεῖτε τὰ ῥήματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν καὶ εἰς τὴν ψυχὴν ὑμῶν καὶ ἀφάψετε αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν ὑμῶν
11:19 καὶ διδάξετε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν αὐτὰ καθημένους ἐν οἴκῳ καὶ πορευομένους ἐν ὁδῷ καὶ κοιταζομένους καὶ διανισταμένους
11:20 καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν
11:21 ἵνα πολυημερεύσητε καὶ αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς
11:22 καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν ἀγαπᾶν κύριον τὸν θεὸν ἡμῶν καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ προσκολλᾶσθαι αὐτῷ
11:23 καὶ ἐκβαλεῖ κύριος πάντα τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν καὶ κληρονομήσετε ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς
11:24 πάντα τὸν τόπον οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν ὑμῖν ἔσται ἀπὸ τῆς ἐρήμου καὶ Ἀντιλιβάνου καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου καὶ ἕως τῆς θαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου
11:25 οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμῶν τὸν τρόμον ὑμῶν καὶ τὸν φόβον ὑμῶν ἐπιθήσει κύριος ὁ θεὸς ὑμῶν ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐφ᾽ ἧς ἐὰν ἐπιβῆτε ἐπ᾽ αὐτῆς ὃν τρόπον ἐλάλησεν κύριος πρὸς ὑμᾶς
11:26 ἰδοὺ ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον εὐλογίαν καὶ κατάραν
11:27 τὴν εὐλογίαν ἐὰν ἀκούσητε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον
11:28 καὶ τὰς κατάρας ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον καὶ πλανηθῆτε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν πορευθέντες λατρεύειν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε
11:29 καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἣν διαβαίνεις ἐκεῖ κληρονομῆσαι αὐτήν καὶ δώσεις τὴν εὐλογίαν ἐπ᾽ ὄρος Γαριζιν καὶ τὴν κατάραν ἐπ᾽ ὄρος Γαιβαλ
11:30 οὐκ ἰδοὺ ταῦτα πέραν τοῦ Ιορδάνου ὀπίσω ὁδὸν δυσμῶν ἡλίου ἐν γῇ Χανααν τὸ κατοικοῦν ἐπὶ δυσμῶν ἐχόμενον τοῦ Γολγολ πλησίον τῆς δρυὸς τῆς ὑψηλῆς
11:31 ὑμεῖς γὰρ διαβαίνετε τὸν Ιορδάνην εἰσελθόντες κληρονομῆσαι τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας καὶ κληρονομήσετε αὐτὴν καὶ κατοικήσετε ἐν αὐτῇ
11:32 καὶ φυλάξεσθε τοῦ ποιεῖν πάντα τὰ προστάγματα αὐτοῦ καὶ τὰς κρίσεις ταύτας ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον


List of Articles
번호 분류 제목
930 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 01
929 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 02
928 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 03
927 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 04
926 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 05
925 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 06
924 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 07
923 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 08
922 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 09
921 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 10
920 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 11
919 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 12
918 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 13
917 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 14
916 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 15
915 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 16
914 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 17
913 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 18
912 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 19
911 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 20
910 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 21
909 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 22
908 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 23
907 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 24
906 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 25
905 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 26
904 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 27
903 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 28
902 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 29
901 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 30
900 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 31
899 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 32
898 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 33
897 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 34
896 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 35
895 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 36
894 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 37
893 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 38
892 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 39
891 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 40
890 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 41
889 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 42
888 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 43
887 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 44
886 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 45
885 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 46
884 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 47
883 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 48
882 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 49
881 Genesis Greek LXX(Rahlps), Genesis, Chapter 50
목록
Board Pagination Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ... 19 Next
/ 19

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소