Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

6:1 καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν
6:2 ἵνα φοβῆσθε κύριον τὸν θεὸν ὑμῶν φυλάσσεσθαι πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου ἵνα μακροημερεύσητε
6:3 καὶ ἄκουσον Ισραηλ καὶ φύλαξαι ποιεῖν ὅπως εὖ σοι ᾖ καὶ ἵνα πληθυνθῆτε σφόδρα καθάπερ ἐλάλησεν κύριος ὁ θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι
6:4 καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος τοῖς υἱοῖς Ισραηλ ἐν τῇ ἐρήμῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἄκουε Ισραηλ κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν
6:5 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου
6:6 καὶ ἔσται τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου
6:7 καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ καὶ κοιταζόμενος καὶ διανιστάμενος
6:8 καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου
6:9 καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν
6:10 καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν ἣν ὤμοσεν τοῖς πατράσιν σου τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναί σοι πόλεις μεγάλας καὶ καλάς ἃς οὐκ ᾠκοδόμησας
6:11 οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησας ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας καὶ φαγὼν καὶ ἐμπλησθεὶς
6:12 πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας
6:13 κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ
6:14 οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν
6:15 ὅτι θεὸς ζηλωτὴς κύριος ὁ θεός σου ἐν σοί μὴ ὀργισθεὶς θυμωθῇ κύριος ὁ θεός σου ἐν σοὶ καὶ ἐξολεθρεύσῃ σε ἀπὸ προσώπου τῆς γῆς
6:16 οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου ὃν τρόπον ἐξεπειράσασθε ἐν τῷ Πειρασμῷ
6:17 φυλάσσων φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι
6:18 καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἵνα εὖ σοι γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν
6:19 ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου καθὰ ἐλάλησεν
6:20 καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν
6:21 καὶ ἐρεῖς τῷ υἱῷ σου οἰκέται ἦμεν τῷ Φαραω ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ
6:22 καὶ ἔδωκεν κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν
6:23 καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν ἵνα εἰσαγάγῃ ἡμᾶς δοῦναι ἡμῖν τὴν γῆν ταύτην ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν ἡμῶν
6:24 καὶ ἐνετείλατο ἡμῖν κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα φοβεῖσθαι κύριον τὸν θεὸν ἡμῶν ἵνα εὖ ᾖ ἡμῖν πάσας τὰς ἡμέρας ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον
6:25 καὶ ἐλεημοσύνη ἔσται ἡμῖν ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον κυρίου τοῦ θεοῦ ἡμῶν καθὰ ἐνετείλατο ἡμῖν κύριος


  1. Greek LXX(Rahlps), Deuteronomy, Chapter 01

    CategoryDeuteronomy
    Read More
  2. Greek LXX(Rahlps), Deuteronomy, Chapter 02

    CategoryDeuteronomy
    Read More
  3. Greek LXX(Rahlps), Deuteronomy, Chapter 03

    CategoryDeuteronomy
    Read More
  4. Greek LXX(Rahlps), Deuteronomy, Chapter 04

    CategoryDeuteronomy
    Read More
  5. Greek LXX(Rahlps), Deuteronomy, Chapter 05

    CategoryDeuteronomy
    Read More
  6. Greek LXX(Rahlps), Deuteronomy, Chapter 06

    CategoryDeuteronomy
    Read More
  7. Greek LXX(Rahlps), Deuteronomy, Chapter 07

    CategoryDeuteronomy
    Read More
  8. Greek LXX(Rahlps), Deuteronomy, Chapter 08

    CategoryDeuteronomy
    Read More
  9. Greek LXX(Rahlps), Deuteronomy, Chapter 09

    CategoryDeuteronomy
    Read More
  10. Greek LXX(Rahlps), Deuteronomy, Chapter 10

    CategoryDeuteronomy
    Read More
  11. Greek LXX(Rahlps), Deuteronomy, Chapter 11

    CategoryDeuteronomy
    Read More
  12. Greek LXX(Rahlps), Deuteronomy, Chapter 12

    CategoryDeuteronomy
    Read More
  13. Greek LXX(Rahlps), Deuteronomy, Chapter 13

    CategoryDeuteronomy
    Read More
  14. Greek LXX(Rahlps), Deuteronomy, Chapter 14

    CategoryDeuteronomy
    Read More
  15. Greek LXX(Rahlps), Deuteronomy, Chapter 15

    CategoryDeuteronomy
    Read More
  16. Greek LXX(Rahlps), Deuteronomy, Chapter 16

    CategoryDeuteronomy
    Read More
  17. Greek LXX(Rahlps), Deuteronomy, Chapter 17

    CategoryDeuteronomy
    Read More
  18. Greek LXX(Rahlps), Deuteronomy, Chapter 18

    CategoryDeuteronomy
    Read More
  19. Greek LXX(Rahlps), Deuteronomy, Chapter 19

    CategoryDeuteronomy
    Read More
  20. Greek LXX(Rahlps), Deuteronomy, Chapter 20

    CategoryDeuteronomy
    Read More
  21. Greek LXX(Rahlps), Deuteronomy, Chapter 21

    CategoryDeuteronomy
    Read More
  22. Greek LXX(Rahlps), Deuteronomy, Chapter 22

    CategoryDeuteronomy
    Read More
  23. Greek LXX(Rahlps), Deuteronomy, Chapter 23

    CategoryDeuteronomy
    Read More
  24. Greek LXX(Rahlps), Deuteronomy, Chapter 24

    CategoryDeuteronomy
    Read More
  25. Greek LXX(Rahlps), Deuteronomy, Chapter 25

    CategoryDeuteronomy
    Read More
  26. Greek LXX(Rahlps), Deuteronomy, Chapter 26

    CategoryDeuteronomy
    Read More
  27. Greek LXX(Rahlps), Deuteronomy, Chapter 27

    CategoryDeuteronomy
    Read More
  28. Greek LXX(Rahlps), Deuteronomy, Chapter 28

    CategoryDeuteronomy
    Read More
  29. Greek LXX(Rahlps), Deuteronomy, Chapter 29

    CategoryDeuteronomy
    Read More
  30. Greek LXX(Rahlps), Deuteronomy, Chapter 30

    CategoryDeuteronomy
    Read More
  31. Greek LXX(Rahlps), Deuteronomy, Chapter 31

    CategoryDeuteronomy
    Read More
  32. Greek LXX(Rahlps), Deuteronomy, Chapter 32

    CategoryDeuteronomy
    Read More
  33. Greek LXX(Rahlps), Deuteronomy, Chapter 33

    CategoryDeuteronomy
    Read More
  34. Greek LXX(Rahlps), Deuteronomy, Chapter 34

    CategoryDeuteronomy
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소