36:1 καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση ἐκ τῆς φυλῆς υἱῶν Ιωσηφ καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν υἱῶν Ισραηλ
36:2 καὶ εἶπαν τῷ κυρίῳ ἡμῶν ἐνετείλατο κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ισραηλ καὶ τῷ κυρίῳ συνέταξεν κύριος δοῦναι τὴν κληρονομίαν Σαλπααδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ
36:3 καὶ ἔσονται ἑνὶ τῶν φυλῶν υἱῶν Ισραηλ γυναῖκες καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται
36:4 ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Ισραηλ καὶ προστεθήσεται ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς οἷς ἂν γένωνται γυναῖκες καὶ ἀπὸ τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν
36:5 καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ διὰ προστάγματος κυρίου λέγων οὕτως φυλὴ υἱῶν Ιωσηφ λέγουσιν
36:6 τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος ταῖς θυγατράσιν Σαλπααδ λέγων οὗ ἀρέσκει ἐναντίον αὐτῶν ἔστωσαν γυναῖκες πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες
36:7 καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοῖς υἱοῖς Ισραηλ ἀπὸ φυλῆς ἐπὶ φυλήν ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ισραηλ
36:8 καὶ πᾶσα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ισραηλ ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ
36:9 καὶ οὐ περιστραφήσεται κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν ἀλλὰ ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ισραηλ
36:10 ὃν τρόπον συνέταξεν κύριος Μωυσῇ οὕτως ἐποίησαν θυγατέρες Σαλπααδ
36:11 καὶ ἐγένοντο Θερσα καὶ Εγλα καὶ Μελχα καὶ Νουα καὶ Μααλα θυγατέρες Σαλπααδ τοῖς ἀνεψιοῖς αὐτῶν
36:12 ἐκ τοῦ δήμου τοῦ Μανασση υἱῶν Ιωσηφ ἐγενήθησαν γυναῖκες καὶ ἐγένετο ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν
36:13 αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω
-
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 01
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 02
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 03
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 04
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 05
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 06
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 07
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 08
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 09
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 10
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 11
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 12
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 13
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 14
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 15
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 16
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 17
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 18
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 19
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 20
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 21
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 22
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 23
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 24
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 25
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 26
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 27
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 28
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 29
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 30
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 31
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 32
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 33
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 34
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 35
CategoryNumbers -
Read More
Greek LXX(Rahlps), Numbers, Chapter 36
CategoryNumbers
Previous
List