Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

26:1 καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων
26:2 λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ᾽ οἴκους πατριῶν αὐτῶν πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ
26:3 καὶ ἐλάλησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων
26:4 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου
26:5 Ρουβην πρωτότοκος Ισραηλ υἱοὶ δὲ Ρουβην Ενωχ καὶ δῆμος τοῦ Ενωχ τῷ Φαλλου δῆμος τοῦ Φαλλουι
26:6 τῷ Ασρων δῆμος τοῦ Ασρωνι τῷ Χαρμι δῆμος τοῦ Χαρμι
26:7 οὗτοι δῆμοι Ρουβην καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα
26:8 καὶ υἱοὶ Φαλλου Ελιαβ
26:9 καὶ υἱοὶ Ελιαβ Ναμουηλ καὶ Δαθαν καὶ Αβιρων οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ααρων ἐν τῇ συναγωγῇ Κορε ἐν τῇ ἐπισυστάσει κυρίου
26:10 καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους καὶ ἐγενήθησαν ἐν σημείῳ
26:11 οἱ δὲ υἱοὶ Κορε οὐκ ἀπέθανον
26:12 καὶ οἱ υἱοὶ Συμεων ὁ δῆμος τῶν υἱῶν Συμεων τῷ Ναμουηλ δῆμος ὁ Ναμουηλι τῷ Ιαμιν δῆμος ὁ Ιαμινι τῷ Ιαχιν δῆμος ὁ Ιαχινι
26:13 τῷ Ζαρα δῆμος ὁ Ζαραϊ τῷ Σαουλ δῆμος ὁ Σαουλι
26:14 οὗτοι δῆμοι Συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι
26:15 υἱοὶ δὲ Ιουδα Ηρ καὶ Αυναν καὶ ἀπέθανεν Ηρ καὶ Αυναν ἐν γῇ Χανααν
26:16 ἐγένοντο δὲ οἱ υἱοὶ Ιουδα κατὰ δήμους αὐτῶν τῷ Σηλων δῆμος ὁ Σηλωνι τῷ Φαρες δῆμος ὁ Φαρες τῷ Ζαρα δῆμος ὁ Ζαραϊ
26:17 καὶ ἐγένοντο υἱοὶ Φαρες τῷ Ασρων δῆμος ὁ Ασρωνι τῷ Ιαμουν δῆμος ὁ Ιαμουνι
26:18 οὗτοι δῆμοι τῷ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι
26:19 καὶ υἱοὶ Ισσαχαρ κατὰ δήμους αὐτῶν τῷ Θωλα δῆμος ὁ Θωλαϊ τῷ Φουα δῆμος ὁ Φουαϊ
26:20 τῷ Ιασουβ δῆμος ὁ Ιασουβι τῷ Σαμαραν δῆμος ὁ Σαμαρανι
26:21 οὗτοι δῆμοι Ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι
26:22 υἱοὶ Ζαβουλων κατὰ δήμους αὐτῶν τῷ Σαρεδ δῆμος ὁ Σαρεδι τῷ Αλλων δῆμος ὁ Αλλωνι τῷ Αλληλ δῆμος ὁ Αλληλι
26:23 οὗτοι δῆμοι Ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι
26:24 υἱοὶ Γαδ κατὰ δήμους αὐτῶν τῷ Σαφων δῆμος ὁ Σαφωνι τῷ Αγγι δῆμος ὁ Αγγι τῷ Σουνι δῆμος ὁ Σουνι
26:25 τῷ Αζενι δῆμος ὁ Αζενι τῷ Αδδι δῆμος ὁ Αδδι
26:26 τῷ Αροαδι δῆμος ὁ Αροαδι τῷ Αριηλ δῆμος ὁ Αριηλι
26:27 οὗτοι δῆμοι υἱῶν Γαδ ἐξ ἐπισκέψεως αὐτῶν τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
26:28 υἱοὶ Ασηρ κατὰ δήμους αὐτῶν τῷ Ιαμιν δῆμος ὁ Ιαμινι τῷ Ιεσου δῆμος ὁ Ιεσουι τῷ Βαρια δῆμος ὁ Βαριαϊ
26:29 τῷ Χοβερ δῆμος ὁ Χοβερι τῷ Μελχιηλ δῆμος ὁ Μελχιηλι
26:30 καὶ τὸ ὄνομα θυγατρὸς Ασηρ Σαρα
26:31 οὗτοι δῆμοι Ασηρ ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
26:32 υἱοὶ Ιωσηφ κατὰ δήμους αὐτῶν Μανασση καὶ Εφραιμ
26:33 υἱοὶ Μανασση τῷ Μαχιρ δῆμος ὁ Μαχιρι καὶ Μαχιρ ἐγέννησεν τὸν Γαλααδ τῷ Γαλααδ δῆμος ὁ Γαλααδι
26:34 καὶ οὗτοι υἱοὶ Γαλααδ τῷ Αχιεζερ δῆμος ὁ Αχιεζερι τῷ Χελεγ δῆμος ὁ Χελεγι
26:35 τῷ Εσριηλ δῆμος ὁ Εσριηλι τῷ Συχεμ δῆμος ὁ Συχεμι
26:36 τῷ Συμαερ δῆμος ὁ Συμαερι καὶ τῷ Οφερ δῆμος ὁ Οφερι
26:37 καὶ τῷ Σαλπααδ υἱῷ Οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί ἀλλ᾽ ἢ θυγατέρες καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπααδ Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα
26:38 οὗτοι δῆμοι Μανασση ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
26:39 καὶ οὗτοι υἱοὶ Εφραιμ τῷ Σουταλα δῆμος ὁ Σουταλαϊ τῷ Ταναχ δῆμος ὁ Ταναχι
26:40 οὗτοι υἱοὶ Σουταλα τῷ Εδεν δῆμος ὁ Εδενι
26:41 οὗτοι δῆμοι Εφραιμ ἐξ ἐπισκέψεως αὐτῶν δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι οὗτοι δῆμοι υἱῶν Ιωσηφ κατὰ δήμους αὐτῶν
26:42 υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν τῷ Βαλε δῆμος ὁ Βαλεϊ τῷ Ασυβηρ δῆμος ὁ Ασυβηρι τῷ Ιαχιραν δῆμος ὁ Ιαχιρανι
26:43 τῷ Σωφαν δῆμος ὁ Σωφανι
26:44 καὶ ἐγένοντο οἱ υἱοὶ Βαλε Αδαρ καὶ Νοεμαν τῷ Αδαρ δῆμος ὁ Αδαρι τῷ Νοεμαν δῆμος ὁ Νοεμανι
26:45 οὗτοι υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι
26:46 καὶ υἱοὶ Δαν κατὰ δήμους αὐτῶν τῷ Σαμι δῆμος ὁ Σαμι οὗτοι δῆμοι Δαν κατὰ δήμους αὐτῶν
26:47 πάντες οἱ δῆμοι Σαμι κατ᾽ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι
26:48 υἱοὶ Νεφθαλι κατὰ δήμους αὐτῶν τῷ Ασιηλ δῆμος ὁ Ασιηλι τῷ Γαυνι δῆμος ὁ Γαυνι
26:49 τῷ Ιεσερ δῆμος ὁ Ιεσερι τῷ Σελλημ δῆμος ὁ Σελλημι
26:50 οὗτοι δῆμοι Νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι
26:51 αὕτη ἡ ἐπίσκεψις υἱῶν Ισραηλ ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα
26:52 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
26:53 τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων
26:54 τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται ἡ κληρονομία αὐτῶν
26:55 διὰ κλήρων μερισθήσεται ἡ γῆ τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν
26:56 ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων
26:57 καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν τῷ Γεδσων δῆμος ὁ Γεδσωνι τῷ Κααθ δῆμος ὁ Κααθι τῷ Μεραρι δῆμος ὁ Μεραρι
26:58 οὗτοι δῆμοι υἱῶν Λευι δῆμος ὁ Λοβενι δῆμος ὁ Χεβρωνι δῆμος ὁ Κορε καὶ δῆμος ὁ Μουσι καὶ Κααθ ἐγέννησεν τὸν Αμραμ
26:59 καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι ἣ ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν
26:60 καὶ ἐγεννήθησαν τῷ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ
26:61 καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα
26:62 καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ
26:63 καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ελεαζαρ τοῦ ἱερέως οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω
26:64 καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα
26:65 ὅτι εἶπεν κύριος αὐτοῖς θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς ὁ τοῦ Ναυη


List of Articles
번호 분류 제목
36 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 01
35 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 02
34 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 03
33 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 04
32 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 05
31 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 06
30 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 07
29 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 08
28 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 09
27 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 10
26 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 11
25 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 12
24 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 13
23 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 14
22 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 15
21 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 16
20 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 17
19 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 18
18 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 19
17 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 20
16 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 21
15 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 22
14 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 23
13 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 24
12 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 25
» Numbers Greek LXX(Rahlps), Numbers, Chapter 26
10 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 27
9 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 28
8 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 29
7 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 30
6 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 31
5 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 32
4 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 33
3 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 34
2 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 35
1 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 36
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소