Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

12:1 καὶ ἐλάλησεν Μαριαμ καὶ Ααρων κατὰ Μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης ἣν ἔλαβεν Μωυσῆς ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβεν
12:2 καὶ εἶπαν μὴ Μωυσῇ μόνῳ λελάληκεν κύριος οὐχὶ καὶ ἡμῖν ἐλάλησεν καὶ ἤκουσεν κύριος
12:3 καὶ ὁ ἄνθρωπος Μωυσῆς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς
12:4 καὶ εἶπεν κύριος παραχρῆμα πρὸς Μωυσῆν καὶ Μαριαμ καὶ Ααρων ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου
12:5 καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκλήθησαν Ααρων καὶ Μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι
12:6 καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε τῶν λόγων μου ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ
12:7 οὐχ οὕτως ὁ θεράπων μου Μωυσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν
12:8 στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι᾽ αἰνιγμάτων καὶ τὴν δόξαν κυρίου εἶδεν καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ
12:9 καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ᾽ αὐτοῖς καὶ ἀπῆλθεν
12:10 καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς καὶ ἰδοὺ Μαριαμ λεπρῶσα ὡσεὶ χιών καὶ ἐπέβλεψεν Ααρων ἐπὶ Μαριαμ καὶ ἰδοὺ λεπρῶσα
12:11 καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν δέομαι κύριε μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν
12:12 μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς
12:13 καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον λέγων ὁ θεός δέομαί σου ἴασαι αὐτήν
12:14 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται
12:15 καὶ ἀφωρίσθη Μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη Μαριαμ
12:16 καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαραν


List of Articles
번호 분류 제목
36 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 01
35 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 02
34 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 03
33 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 04
32 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 05
31 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 06
30 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 07
29 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 08
28 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 09
27 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 10
26 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 11
» Numbers Greek LXX(Rahlps), Numbers, Chapter 12
24 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 13
23 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 14
22 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 15
21 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 16
20 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 17
19 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 18
18 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 19
17 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 20
16 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 21
15 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 22
14 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 23
13 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 24
12 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 25
11 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 26
10 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 27
9 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 28
8 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 29
7 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 30
6 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 31
5 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 32
4 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 33
3 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 34
2 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 35
1 Numbers Greek LXX(Rahlps), Numbers, Chapter 36
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소