12:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
12:2 λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς γυνή ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς ἀκάθαρτος ἔσται
12:3 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ
12:4 καὶ τριάκοντα ἡμέρας καὶ τρεῖς καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς παντὸς ἁγίου οὐχ ἅψεται καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς
12:5 ἐὰν δὲ θῆλυ τέκῃ καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄφεδρον καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς
12:6 καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ᾽ υἱῷ ἢ ἐπὶ θυγατρί προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα καὶ νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα
12:7 καὶ προσοίσει ἔναντι κυρίου καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς οὗτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ
12:8 ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν καὶ λήμψεται δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς καὶ καθαρισθήσεται
Greek LXX(Rahlps), Leviticus, Chapter 12
-
Greek LXX(Rahlps), Leviticus, Chapter 01
-
Greek LXX(Rahlps), Leviticus, Chapter 02
-
Greek LXX(Rahlps), Leviticus, Chapter 03
-
Greek LXX(Rahlps), Leviticus, Chapter 04
-
Greek LXX(Rahlps), Leviticus, Chapter 05
-
Greek LXX(Rahlps), Leviticus, Chapter 06
-
Greek LXX(Rahlps), Leviticus, Chapter 07
-
Greek LXX(Rahlps), Leviticus, Chapter 08
-
Greek LXX(Rahlps), Leviticus, Chapter 09
-
Greek LXX(Rahlps), Leviticus, Chapter 10
-
Greek LXX(Rahlps), Leviticus, Chapter 11
-
Greek LXX(Rahlps), Leviticus, Chapter 12
-
Greek LXX(Rahlps), Leviticus, Chapter 13
-
Greek LXX(Rahlps), Leviticus, Chapter 14
-
Greek LXX(Rahlps), Leviticus, Chapter 15
-
Greek LXX(Rahlps), Leviticus, Chapter 16
-
Greek LXX(Rahlps), Leviticus, Chapter 17
-
Greek LXX(Rahlps), Leviticus, Chapter 18
-
Greek LXX(Rahlps), Leviticus, Chapter 19
-
Greek LXX(Rahlps), Leviticus, Chapter 20
-
Greek LXX(Rahlps), Leviticus, Chapter 21
-
Greek LXX(Rahlps), Leviticus, Chapter 22
-
Greek LXX(Rahlps), Leviticus, Chapter 23
-
Greek LXX(Rahlps), Leviticus, Chapter 24
-
Greek LXX(Rahlps), Leviticus, Chapter 25
-
Greek LXX(Rahlps), Leviticus, Chapter 26
-
Greek LXX(Rahlps), Leviticus, Chapter 27
Previous
List