Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

30:1 καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων καὶ ποιήσεις αὐτὸ
30:2 πήχεος τὸ μῆκος καὶ πήχεος τὸ εὖρος τετράγωνον ἔσται καὶ δύο πήχεων τὸ ὕψος ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ
30:3 καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καθαρῷ τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ
30:4 καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς
30:5 καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ
30:6 καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν
30:7 καὶ θυμιάσει ἐπ᾽ αὐτοῦ Ααρων θυμίαμα σύνθετον λεπτόν τὸ πρωὶ πρωί ὅταν ἐπισκευάζῃ τοὺς λύχνους θυμιάσει ἐπ᾽ αὐτοῦ
30:8 καὶ ὅταν ἐξάπτῃ Ααρων τοὺς λύχνους ὀψέ θυμιάσει ἐπ᾽ αὐτοῦ θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι κυρίου εἰς γενεὰς αὐτῶν
30:9 καὶ οὐκ ἀνοίσεις ἐπ᾽ αὐτοῦ θυμίαμα ἕτερον κάρπωμα θυσίαν καὶ σπονδὴν οὐ σπείσεις ἐπ᾽ αὐτοῦ
30:10 καὶ ἐξιλάσεται ἐπ᾽ αὐτὸ Ααρων ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν τοῦ ἐξιλασμοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ καθαριεῖ αὐτὸ εἰς τὰς γενεὰς αὐτῶν ἅγιον τῶν ἁγίων ἐστὶν κυρίῳ
30:11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
30:12 ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ τῷ κυρίῳ καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν
30:13 καὶ τοῦτό ἐστιν ὃ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν τὸ ἥμισυ τοῦ διδράχμου ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον εἴκοσι ὀβολοὶ τὸ δίδραχμον τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ κυρίῳ
30:14 πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω δώσουσιν τὴν εἰσφορὰν κυρίῳ
30:15 ὁ πλουτῶν οὐ προσθήσει καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου ἐν τῷ διδόναι τὴν εἰσφορὰν κυρίῳ ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν
30:16 καὶ λήμψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ισραηλ καὶ δώσεις αὐτὸ εἰς κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ μνημόσυνον ἔναντι κυρίου ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν
30:17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
30:18 ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν ὥστε νίπτεσθαι καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ
30:19 καὶ νίψεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι
30:20 ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα κυρίῳ
30:21 νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου νίψονται ὕδατι ἵνα μὴ ἀποθάνωσιν καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετ᾽ αὐτόν
30:22 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
30:23 καὶ σὺ λαβὲ ἡδύσματα τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα
30:24 καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαίων ιν
30:25 καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ ἔλαιον χρῖσμα ἅγιον ἔσται
30:26 καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου
30:27 καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος
30:28 καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ
30:29 καὶ ἁγιάσεις αὐτά καὶ ἔσται ἅγια τῶν ἁγίων πᾶς ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται
30:30 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι
30:31 καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν
30:32 ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως ἅγιόν ἐστιν καὶ ἁγίασμα ἔσται ὑμῖν
30:33 ὃς ἂν ποιήσῃ ὡσαύτως καὶ ὃς ἂν δῷ ἀπ᾽ αὐτοῦ ἀλλογενεῖ ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ
30:34 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λαβὲ σεαυτῷ ἡδύσματα στακτήν ὄνυχα χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ ἴσον ἴσῳ ἔσται
30:35 καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα μυρεψικὸν ἔργον μυρεψοῦ μεμιγμένον καθαρόν ἔργον ἅγιον
30:36 καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν
30:37 θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν αὐτοῖς ἁγίασμα ἔσται ὑμῖν κυρίῳ
30:38 ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ


  1. Greek LXX(Rahlps), Exodus, Chapter 01

    CategoryExodus
    Read More
  2. Greek LXX(Rahlps), Exodus, Chapter 02

    CategoryExodus
    Read More
  3. Greek LXX(Rahlps), Exodus, Chapter 03

    CategoryExodus
    Read More
  4. Greek LXX(Rahlps), Exodus, Chapter 04

    CategoryExodus
    Read More
  5. Greek LXX(Rahlps), Exodus, Chapter 05

    CategoryExodus
    Read More
  6. Greek LXX(Rahlps), Exodus, Chapter 06

    CategoryExodus
    Read More
  7. Greek LXX(Rahlps), Exodus, Chapter 07

    CategoryExodus
    Read More
  8. Greek LXX(Rahlps), Exodus, Chapter 08

    CategoryExodus
    Read More
  9. Greek LXX(Rahlps), Exodus, Chapter 09

    CategoryExodus
    Read More
  10. Greek LXX(Rahlps), Exodus, Chapter 10

    CategoryExodus
    Read More
  11. Greek LXX(Rahlps), Exodus, Chapter 11

    CategoryExodus
    Read More
  12. Greek LXX(Rahlps), Exodus, Chapter 12

    CategoryExodus
    Read More
  13. Greek LXX(Rahlps), Exodus, Chapter 13

    CategoryExodus
    Read More
  14. Greek LXX(Rahlps), Exodus, Chapter 14

    CategoryExodus
    Read More
  15. Greek LXX(Rahlps), Exodus, Chapter 15

    CategoryExodus
    Read More
  16. Greek LXX(Rahlps), Genesis, Chapter 16

    CategoryExodus
    Read More
  17. Greek LXX(Rahlps), Exodus, Chapter 17

    CategoryExodus
    Read More
  18. Greek LXX(Rahlps), Exodus, Chapter 18

    CategoryExodus
    Read More
  19. Greek LXX(Rahlps), Exodus, Chapter 19

    CategoryExodus
    Read More
  20. Greek LXX(Rahlps), Exodus, Chapter 20

    CategoryExodus
    Read More
  21. Greek LXX(Rahlps), Exodus, Chapter 21

    CategoryExodus
    Read More
  22. Greek LXX(Rahlps), Exodus, Chapter 22

    CategoryExodus
    Read More
  23. Greek LXX(Rahlps), Exodus, Chapter 23

    CategoryExodus
    Read More
  24. Greek LXX(Rahlps), Exodus, Chapter 24

    CategoryExodus
    Read More
  25. Greek LXX(Rahlps), Exodus, Chapter 25

    CategoryExodus
    Read More
  26. Greek LXX(Rahlps), Exodus, Chapter 26

    CategoryExodus
    Read More
  27. Greek LXX(Rahlps), Exodus, Chapter 27

    CategoryExodus
    Read More
  28. Greek LXX(Rahlps), Exodus, Chapter 28

    CategoryExodus
    Read More
  29. Greek LXX(Rahlps), Exodus, Chapter 29

    CategoryExodus
    Read More
  30. Greek LXX(Rahlps), Exodus, Chapter 30

    CategoryExodus
    Read More
  31. Greek LXX(Rahlps), Exodus, Chapter 31

    CategoryExodus
    Read More
  32. Greek LXX(Rahlps), Exodus, Chapter 32

    CategoryExodus
    Read More
  33. Greek LXX(Rahlps), Exodus, Chapter 33

    CategoryExodus
    Read More
  34. Greek LXX(Rahlps), Exodus, Chapter 34

    CategoryExodus
    Read More
  35. Greek LXX(Rahlps), Exodus, Chapter 35

    CategoryExodus
    Read More
  36. Greek LXX(Rahlps), Exodus, Chapter 36

    CategoryExodus
    Read More
  37. Greek LXX(Rahlps), Exodus, Chapter 37

    CategoryExodus
    Read More
  38. Greek LXX(Rahlps), Exodus, Chapter 38

    CategoryExodus
    Read More
  39. Greek LXX(Rahlps), Exodus, Chapter 39

    CategoryExodus
    Read More
  40. Greek LXX(Rahlps), Exodus, Chapter 40

    CategoryExodus
    Read More
목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소