Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

5:1 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
5:2 ὁ πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,
5:3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
5:4 ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου σαβαὼθ εἰσεληλύθασιν.
5:5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς,
5:6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.
5:7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς μακροθυμῶν ἐπ᾽ αὐτῷ, ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον.
5:8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν.
5:9 μὴ στενάζετε, ἀδελφοί, κατ᾽ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
5:10 ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου.
5:11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων.
5:12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
5:13 Κακοπαθεῖ τις ἐν ὑμῖν, προσευχέσθω· εὐθυμεῖ τις, ψαλλέτω·
5:14 ἀσθενεῖ τις ἐν ὑμῖν, προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου.
5:15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
5:16 ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
5:17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
5:18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
5:19 Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν,
5:20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.


List of Articles
번호 분류 제목
» James Greek NA28 NT, James, Chapter 05
38 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 01
37 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 02
36 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 03
35 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 04
34 1 Peter Greek NA28 NT, 1 Peter, Chapter 05
33 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 01
32 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 02
31 2 Peter Greek NA28 NT, 2 Peter, Chapter 03
30 1 John Greek NA28 NT, 1 John, Chapter 01
29 1 John Greek NA28 NT, 1 John, Chapter 02
28 1 John Greek NA28 NT, 1 John, Chapter 03
27 1 John Greek NA28 NT, 1 John, Chapter 04
26 1 John Greek NA28 NT, 1 John, Chapter 05
25 2 John Greek NA28 NT, 2 John, Chapter 01
24 3 John Greek NA28 NT, 3 John, Chapter 01
23 Jude Greek NA28 NT, Jude, Chapter 01
22 Revelation Greek NA28 NT, Revelation, Chapter 01
21 Revelation Greek NA28 NT, Revelation, Chapter 02
20 Revelation Greek NA28 NT, Revelation, Chapter 03
19 Revelation Greek NA28 NT, Revelation, Chapter 04
18 Revelation Greek NA28 NT, Revelation, Chapter 05
17 Revelation Greek NA28 NT, Revelation, Chapter 06
16 Revelation Greek NA28 NT, Revelation, Chapter 07
15 Revelation Greek NA28 NT, Revelation, Chapter 08
14 Revelation Greek NA28 NT, Revelation, Chapter 09
13 Revelation Greek NA28 NT, Revelation, Chapter 10
12 Revelation Greek NA28 NT, Revelation, Chapter 11
11 Revelation Greek NA28 NT, Revelation, Chapter 12
10 Revelation Greek NA28 NT, Revelation, Chapter 13
9 Revelation Greek NA28 NT, Revelation, Chapter 14
8 Revelation Greek NA28 NT, Revelation, Chapter 15
7 Revelation Greek NA28 NT, Revelation, Chapter 16
6 Revelation Greek NA28 NT, Revelation, Chapter 17
5 Revelation Greek NA28 NT, Revelation, Chapter 18
4 Revelation Greek NA28 NT, Revelation, Chapter 19
3 Revelation Greek NA28 NT, Revelation, Chapter 20
2 Revelation Greek NA28 NT, Revelation, Chapter 21
1 Revelation Greek NA28 NT, Revelation, Chapter 22
목록
Board Pagination Prev 1 ... 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소