Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

1:1 Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ,
1:2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις
1:3 περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
1:4 τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,
1:5 δι᾽ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
1:6 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ,
1:7 πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
1:8 Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
1:9 μάρτυς γάρ μού ἐστιν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι
1:10 πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
1:11 ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς,
1:12 τοῦτο δέ ἐστιν συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
1:13 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
1:14 Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί,
1:15 οὕτως τὸ κατ᾽ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
1:16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
1:17 δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
1:18 Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,
1:19 διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν.
1:20 τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους,
1:21 διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾽ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.
1:22 φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν
1:23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
1:24 Διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς·
1:25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.
1:26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας, αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,
1:27 ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
1:28 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
1:29 πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας, ψιθυριστὰς
1:30 καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,
1:31 ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀνελεήμονας·
1:32 οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.


List of Articles
번호 분류 제목
171 Acts Greek NA28 NT, Acts, Chapter 01
170 Acts Greek NA28 NT, Acts, Chapter 02
169 Acts Greek NA28 NT, Acts, Chapter 03
168 Acts Greek NA28 NT, Acts, Chapter 04
167 Acts Greek NA28 NT, Acts, Chapter 05
166 Acts Greek NA28 NT, Acts, Chapter 06
165 Acts Greek NA28 NT, Acts, Chapter 07
164 Acts Greek NA28 NT, Acts, Chapter 08
163 Acts Greek NA28 NT, Acts, Chapter 09
162 Acts Greek NA28 NT, Acts, Chapter 10
161 Acts Greek NA28 NT, Acts, Chapter 11
160 Acts Greek NA28 NT, Acts, Chapter 12
159 Acts Greek NA28 NT, Acts, Chapter 13
158 Acts Greek NA28 NT, Acts, Chapter 14
157 Acts Greek NA28 NT, Acts, Chapter 15
156 Acts Greek NA28 NT, Acts, Chapter 16
155 Acts Greek NA28 NT, Acts, Chapter 17
154 Acts Greek NA28 NT, Acts, Chapter 18
153 Acts Greek NA28 NT, Acts, Chapter 19
152 Acts Greek NA28 NT, Acts, Chapter 20
151 Acts Greek NA28 NT, Acts, Chapter 21
150 Acts Greek NA28 NT, Acts, Chapter 22
149 Acts Greek NA28 NT, Acts, Chapter 23
148 Acts Greek NA28 NT, Acts, Chapter 24
147 Acts Greek NA28 NT, Acts, Chapter 25
146 Acts Greek NA28 NT, Acts, Chapter 26
145 Acts Greek NA28 NT, Acts, Chapter 27
144 Acts Greek NA28 NT, Acts, Chapter 28
» Romans Greek NA28 NT, Romans, Chapter 01
142 Romans Greek NA28 NT, Romans, Chapter 02
141 Romans Greek NA28 NT, Romans, Chapter 03
140 Romans Greek NA28 NT, Romans, Chapter 04
139 Romans Greek NA28 NT, Romans, Chapter 05
138 Romans Greek NA28 NT, Romans, Chapter 06
137 Romans Greek NA28 NT, Romans, Chapter 07
136 Romans Greek NA28 NT, Romans, Chapter 08
135 Romans Greek NA28 NT, Romans, Chapter 09
134 Romans Greek NA28 NT, Romans, Chapter 10
133 Romans Greek NA28 NT, Romans, Chapter 11
132 Romans Greek NA28 NT, Romans, Chapter 12
131 Romans Greek NA28 NT, Romans, Chapter 13
130 Romans Greek NA28 NT, Romans, Chapter 14
129 Romans Greek NA28 NT, Romans, Chapter 15
128 Romans Greek NA28 NT, Romans, Chapter 16
127 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 01
126 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 02
125 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 03
124 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 04
123 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 05
122 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 06
121 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 07
120 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 08
119 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 09
118 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 10
117 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 11
116 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 12
115 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 13
114 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 14
113 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 15
112 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 16
111 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 01
110 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 02
109 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 03
108 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 04
107 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 05
106 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 06
목록
Board Pagination Prev 1 ... 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next
/ 22

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소