Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

26:1 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο·
26:2 Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι
26:3 μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων, διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
26:4 Τὴν μὲν οὖν βίωσίν μου [τὴν] ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασιν πάντες [οἱ] Ἰουδαῖοι
26:5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.
26:6 καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,
26:7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι, περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ.
26:8 τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
26:9 Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι,
26:10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβὼν ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον.
26:11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
26:12 Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων
26:13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.
26:14 πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
26:15 ἐγὼ δὲ εἶπα· τίς εἶ, κύριε; ὁ δὲ κύριος εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.
26:16 ἀλλ᾽ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές [με] ὧν τε ὀφθήσομαί σοι,
26:17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν εἰς οὓς ἐγὼ ἀποστέλλω σε
26:18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
26:19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ
26:20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
26:21 ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι [ὄντα] ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
26:22 ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
26:23 εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
26:24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν· μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
26:25 ὁ δὲ Παῦλος· οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλ᾽ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
26:26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεὺς πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ, λανθάνειν γὰρ αὐτόν [τι] τούτων οὐ πείθομαι οὐθέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
26:27 πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
26:28 ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον· ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι.
26:29 ὁ δὲ Παῦλος· εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.
26:30 Ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς,
26:31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιόν [τι] πράσσει ὁ ἄνθρωπος οὗτος.
26:32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.


List of Articles
번호 분류 제목
171 Acts Greek NA28 NT, Acts, Chapter 01
170 Acts Greek NA28 NT, Acts, Chapter 02
169 Acts Greek NA28 NT, Acts, Chapter 03
168 Acts Greek NA28 NT, Acts, Chapter 04
167 Acts Greek NA28 NT, Acts, Chapter 05
166 Acts Greek NA28 NT, Acts, Chapter 06
165 Acts Greek NA28 NT, Acts, Chapter 07
164 Acts Greek NA28 NT, Acts, Chapter 08
163 Acts Greek NA28 NT, Acts, Chapter 09
162 Acts Greek NA28 NT, Acts, Chapter 10
161 Acts Greek NA28 NT, Acts, Chapter 11
160 Acts Greek NA28 NT, Acts, Chapter 12
159 Acts Greek NA28 NT, Acts, Chapter 13
158 Acts Greek NA28 NT, Acts, Chapter 14
157 Acts Greek NA28 NT, Acts, Chapter 15
156 Acts Greek NA28 NT, Acts, Chapter 16
155 Acts Greek NA28 NT, Acts, Chapter 17
154 Acts Greek NA28 NT, Acts, Chapter 18
153 Acts Greek NA28 NT, Acts, Chapter 19
152 Acts Greek NA28 NT, Acts, Chapter 20
151 Acts Greek NA28 NT, Acts, Chapter 21
150 Acts Greek NA28 NT, Acts, Chapter 22
149 Acts Greek NA28 NT, Acts, Chapter 23
148 Acts Greek NA28 NT, Acts, Chapter 24
147 Acts Greek NA28 NT, Acts, Chapter 25
» Acts Greek NA28 NT, Acts, Chapter 26
145 Acts Greek NA28 NT, Acts, Chapter 27
144 Acts Greek NA28 NT, Acts, Chapter 28
143 Romans Greek NA28 NT, Romans, Chapter 01
142 Romans Greek NA28 NT, Romans, Chapter 02
141 Romans Greek NA28 NT, Romans, Chapter 03
140 Romans Greek NA28 NT, Romans, Chapter 04
139 Romans Greek NA28 NT, Romans, Chapter 05
138 Romans Greek NA28 NT, Romans, Chapter 06
137 Romans Greek NA28 NT, Romans, Chapter 07
136 Romans Greek NA28 NT, Romans, Chapter 08
135 Romans Greek NA28 NT, Romans, Chapter 09
134 Romans Greek NA28 NT, Romans, Chapter 10
133 Romans Greek NA28 NT, Romans, Chapter 11
132 Romans Greek NA28 NT, Romans, Chapter 12
131 Romans Greek NA28 NT, Romans, Chapter 13
130 Romans Greek NA28 NT, Romans, Chapter 14
129 Romans Greek NA28 NT, Romans, Chapter 15
128 Romans Greek NA28 NT, Romans, Chapter 16
127 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 01
126 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 02
125 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 03
124 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 04
123 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 05
122 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 06
121 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 07
120 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 08
119 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 09
118 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 10
117 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 11
116 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 12
115 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 13
114 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 14
113 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 15
112 1 Corinthians Greek NA28 NT, 1 Corinthians, Chapter 16
111 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 01
110 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 02
109 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 03
108 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 04
107 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 05
106 2 Corinthians Greek NA28 NT, 2 Corinthians, Chapter 06
목록
Board Pagination Prev 1 ... 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next
/ 22

All the bible versions, Commentaries and Dictionaries here have their own right.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소