Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

23:1 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
23:2 λέγων· ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
23:3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
23:4 δεσμεύουσιν δὲ φορτία βαρέα [καὶ δυσβάστακτα] καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
23:5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα,
23:6 φιλοῦσιν δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
23:7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββί.
23:8 Ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
23:9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος.
23:10 μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ Χριστός.
23:11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
23:12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
23:13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
23:14 
23:15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
23:16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
23:17 μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν;
23:18 καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
23:19 τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
23:20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ·
23:21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν,
23:22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23:23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα [δὲ] ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι.
23:24 ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
23:25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας.
23:26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν.
23:27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
23:28 οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.
23:29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
23:30 καὶ λέγετε· εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν.
23:31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.
23:32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
23:33 ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
23:34 Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
23:35 ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
23:36 ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
23:37 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
23:38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
23:39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾽ ἄρτι ἕως ἂν εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.


List of Articles
번호 분류 제목
303 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 35
302 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 36
301 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 37
300 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 38
299 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 39
298 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 40
297 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 41
296 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 42
295 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 43
294 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 44
293 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 45
292 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 46
291 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 47
290 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 48
289 Susanna Greek LXX(Rahlps), Susanna, Chapter 01
288 Susanna (TH) Greek LXX(Rahlps), Susanna (TH), Chapter 01
287 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 01
286 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 02
285 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 03
284 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 04
283 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 05
282 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 06
281 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 07
280 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 08
279 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 09
278 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 10
277 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 11
276 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 12
275 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 01
274 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 02
273 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 03
272 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 04
271 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 05
270 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 06
269 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 07
268 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 08
267 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 09
266 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 10
265 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 11
264 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 12
263 Bel Greek LXX(Rahlps), Bel, Chapter 01
262 Bel (TH) Greek LXX(Rahlps), Bel (TH), Chapter 01
261 NT Greek NA28 NT
260 Matthew Greek NA28 NT, Matthew, Chapter 01
259 Matthew Greek NA28 NT, Matthew, Chapter 02
258 Matthew Greek NA28 NT, Matthew, Chapter 03
257 Matthew Greek NA28 NT, Matthew, Chapter 04
256 Matthew Greek NA28 NT, Matthew, Chapter 05
255 Matthew Greek NA28 NT, Matthew, Chapter 06
254 Matthew Greek NA28 NT, Matthew, Chapter 07
253 Matthew Greek NA28 NT, Matthew, Chapter 08
252 Matthew Greek NA28 NT, Matthew, Chapter 09
251 Matthew Greek NA28 NT, Matthew, Chapter 10
250 Matthew Greek NA28 NT, Matthew, Chapter 11
249 Matthew Greek NA28 NT, Matthew, Chapter 12
248 Matthew Greek NA28 NT, Matthew, Chapter 13
247 Matthew Greek NA28 NT, Matthew, Chapter 14
246 Matthew Greek NA28 NT, Matthew, Chapter 15
245 Matthew Greek NA28 NT, Matthew, Chapter 16
244 Matthew Greek NA28 NT, Matthew, Chapter 17
243 Matthew Greek NA28 NT, Matthew, Chapter 18
242 Matthew Greek NA28 NT, Matthew, Chapter 19
241 Matthew Greek NA28 NT, Matthew, Chapter 20
240 Matthew Greek NA28 NT, Matthew, Chapter 21
239 Matthew Greek NA28 NT, Matthew, Chapter 22
» Matthew Greek NA28 NT, Matthew, Chapter 23
목록
Board Pagination Prev 1 ... 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next
/ 22

All the bible versions, Commentaries and Dictionaries here have their own right.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소