Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

2:1 ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσορ ἠνυπνιάσθη Ναβουχοδονοσορ ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ᾽ αὐτοῦ
2:2 καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ καὶ ἦλθαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως
2:3 καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς ἠνυπνιάσθην καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον
2:4 καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστί βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισίν σου καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν
2:5 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν τοῖς Χαλδαίοις ὁ λόγος ἀπ᾽ ἐμοῦ ἀπέστη ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ εἰς ἀπώλειαν ἔσεσθε καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται
2:6 ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσθε παρ᾽ ἐμοῦ πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι
2:7 ἀπεκρίθησαν δεύτερον καὶ εἶπαν ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὐτοῦ καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν
2:8 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν ἐπ᾽ ἀληθείας οἶδα ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε καθότι εἴδετε ὅτι ἀπέστη ἀπ᾽ ἐμοῦ τὸ ῥῆμα
2:9 ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου ἕως οὗ ὁ καιρὸς παρέλθῃ τὸ ἐνύπνιόν μου εἴπατέ μοι καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι
2:10 ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως καὶ λέγουσιν οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς ὅστις τὸ ῥῆμα τοῦ βασιλέως δυνήσεται γνωρίσαι καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτο οὐκ ἐπερωτᾷ ἐπαοιδόν μάγον καὶ Χαλδαῖον
2:11 ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτᾷ βαρύς καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως ἀλλ᾽ ἢ θεοί ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός
2:12 τότε ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ πολλῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος
2:13 καὶ τὸ δόγμα ἐξῆλθεν καὶ οἱ σοφοὶ ἀπεκτέννοντο καὶ ἐζήτησαν Δανιηλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν
2:14 τότε Δανιηλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τῷ Αριωχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως ὃς ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος
2:15 ἄρχων τοῦ βασιλέως περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως ἐγνώρισεν δὲ τὸ ῥῆμα Αριωχ τῷ Δανιηλ
2:16 καὶ Δανιηλ εἰσῆλθεν καὶ ἠξίωσεν τὸν βασιλέα ὅπως χρόνον δῷ αὐτῷ καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγείλῃ τῷ βασιλεῖ
2:17 καὶ εἰσῆλθεν Δανιηλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ Ανανια καὶ τῷ Μισαηλ καὶ τῷ Αζαρια τοῖς φίλοις αὐτοῦ τὸ ῥῆμα ἐγνώρισεν
2:18 καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου ὅπως ἂν μὴ ἀπόλωνται Δανιηλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος
2:19 τότε τῷ Δανιηλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη καὶ εὐλόγησεν τὸν θεὸν τοῦ οὐρανοῦ
2:20 Δανιηλ καὶ εἶπεν εἴη τὸ ὄνομα τοῦ θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστιν
2:21 καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσιν σύνεσιν
2:22 αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὸ φῶς μετ᾽ αὐτοῦ ἐστιν
2:23 σοί ὁ θεὸς τῶν πατέρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι
2:24 καὶ ἦλθεν Δανιηλ πρὸς Αριωχ ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος καὶ εἶπεν αὐτῷ τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ
2:25 τότε Αριωχ ἐν σπουδῇ εἰσήγαγεν τὸν Δανιηλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ιουδαίας ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ
2:26 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν τῷ Δανιηλ οὗ τὸ ὄνομα Βαλτασαρ εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ εἶδον καὶ τὴν σύγκρισιν αὐτοῦ
2:27 καὶ ἀπεκρίθη Δανιηλ ἐνώπιον τοῦ βασιλέως καὶ λέγει τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτᾷ οὐκ ἔστιν σοφῶν μάγων ἐπαοιδῶν γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ
2:28 ἀλλ᾽ ἢ ἔστιν θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια καὶ ἐγνώρισεν τῷ βασιλεῖ Ναβουχοδονοσορ ἃ δεῖ γενέσθαι ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστιν
2:29 σὺ βασιλεῦ οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν τί δεῖ γενέσθαι μετὰ ταῦτα καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέν σοι ἃ δεῖ γενέσθαι
2:30 καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη ἀλλ᾽ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς
2:31 σύ βασιλεῦ ἐθεώρεις καὶ ἰδοὺ εἰκὼν μία μεγάλη ἡ εἰκὼν ἐκείνη καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερής ἑστῶσα πρὸ προσώπου σου καὶ ἡ ὅρασις αὐτῆς φοβερά
2:32 ἡ εἰκών ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ
2:33 αἱ κνῆμαι σιδηραῖ οἱ πόδες μέρος τι σιδηροῦν καὶ μέρος τι ὀστράκινον
2:34 ἐθεώρεις ἕως οὗ ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος
2:35 τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρακον ὁ σίδηρος ὁ χαλκός ὁ ἄργυρος ὁ χρυσὸς καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν
2:36 τοῦτό ἐστιν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως
2:37 σύ βασιλεῦ βασιλεὺς βασιλέων ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν
2:38 ἐν παντὶ τόπῳ ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων θηρία τε ἀγροῦ καὶ πετεινὰ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέν σε κύριον πάντων σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ
2:39 καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου καὶ βασιλεία τρίτη ἥτις ἐστὶν ὁ χαλκός ἣ κυριεύσει πάσης τῆς γῆς
2:40 καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει
2:41 καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον μέρος δέ τι σιδηροῦν βασιλεία διῃρημένη ἔσται καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ
2:42 καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ ἀπ᾽ αὐτῆς ἔσται συντριβόμενον
2:43 ὅτι εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ συμμειγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου καθὼς ὁ σίδηρος οὐκ ἀναμείγνυται μετὰ τοῦ ὀστράκου
2:44 καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας
2:45 ὃν τρόπον εἶδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν καὶ ἐλέπτυνεν τὸ ὄστρακον τὸν σίδηρον τὸν χαλκόν τὸν ἄργυρον τὸν χρυσόν ὁ θεὸς ὁ μέγας ἐγνώρισεν τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ
2:46 τότε ὁ βασιλεὺς Ναβουχοδονοσορ ἔπεσεν ἐπὶ πρόσωπον καὶ τῷ Δανιηλ προσεκύνησεν καὶ μαναα καὶ εὐωδίας εἶπεν σπεῖσαι αὐτῷ
2:47 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν τῷ Δανιηλ ἐπ᾽ ἀληθείας ὁ θεὸς ὑμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο
2:48 καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιηλ καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος
2:49 καὶ Δανιηλ ᾐτήσατο παρὰ τοῦ βασιλέως καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδραχ Μισαχ Αβδεναγω καὶ Δανιηλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως


List of Articles
번호 분류 제목
303 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 35
302 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 36
301 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 37
300 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 38
299 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 39
298 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 40
297 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 41
296 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 42
295 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 43
294 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 44
293 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 45
292 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 46
291 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 47
290 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 48
289 Susanna Greek LXX(Rahlps), Susanna, Chapter 01
288 Susanna (TH) Greek LXX(Rahlps), Susanna (TH), Chapter 01
287 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 01
286 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 02
285 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 03
284 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 04
283 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 05
282 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 06
281 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 07
280 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 08
279 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 09
278 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 10
277 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 11
276 Daniel Greek LXX(Rahlps), Daniel, Chapter 12
275 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 01
» Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 02
273 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 03
272 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 04
271 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 05
270 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 06
269 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 07
268 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 08
267 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 09
266 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 10
265 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 11
264 Daniel (TH) Greek LXX(Rahlps), Daniel (TH), Chapter 12
263 Bel Greek LXX(Rahlps), Bel, Chapter 01
262 Bel (TH) Greek LXX(Rahlps), Bel (TH), Chapter 01
261 NT Greek NA28 NT
260 Matthew Greek NA28 NT, Matthew, Chapter 01
259 Matthew Greek NA28 NT, Matthew, Chapter 02
258 Matthew Greek NA28 NT, Matthew, Chapter 03
257 Matthew Greek NA28 NT, Matthew, Chapter 04
256 Matthew Greek NA28 NT, Matthew, Chapter 05
255 Matthew Greek NA28 NT, Matthew, Chapter 06
254 Matthew Greek NA28 NT, Matthew, Chapter 07
253 Matthew Greek NA28 NT, Matthew, Chapter 08
252 Matthew Greek NA28 NT, Matthew, Chapter 09
251 Matthew Greek NA28 NT, Matthew, Chapter 10
250 Matthew Greek NA28 NT, Matthew, Chapter 11
249 Matthew Greek NA28 NT, Matthew, Chapter 12
248 Matthew Greek NA28 NT, Matthew, Chapter 13
247 Matthew Greek NA28 NT, Matthew, Chapter 14
246 Matthew Greek NA28 NT, Matthew, Chapter 15
245 Matthew Greek NA28 NT, Matthew, Chapter 16
244 Matthew Greek NA28 NT, Matthew, Chapter 17
243 Matthew Greek NA28 NT, Matthew, Chapter 18
242 Matthew Greek NA28 NT, Matthew, Chapter 19
241 Matthew Greek NA28 NT, Matthew, Chapter 20
240 Matthew Greek NA28 NT, Matthew, Chapter 21
239 Matthew Greek NA28 NT, Matthew, Chapter 22
238 Matthew Greek NA28 NT, Matthew, Chapter 23
목록
Board Pagination Prev 1 ... 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next
/ 22

All the bible versions, Commentaries and Dictionaries here have their own right.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소