Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄

23:1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
23:2 υἱὲ ἀνθρώπου δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς
23:3 καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν ἐκεῖ διεπαρθενεύθησαν
23:4 καὶ τὰ ὀνόματα αὐτῶν ἦν Οολα ἡ πρεσβυτέρα καὶ Οολιβα ἡ ἀδελφὴ αὐτῆς καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας καὶ τὰ ὀνόματα αὐτῶν Σαμάρεια ἡ Οολα καὶ Ιερουσαλημ ἡ Οολιβα
23:5 καὶ ἐξεπόρνευσεν ἡ Οολα ἀπ᾽ ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ
23:6 ἐνδεδυκότας ὑακίνθινα ἡγουμένους καὶ στρατηγούς νεανίσκοι ἐπίλεκτοι πάντες ἱππεῖς ἱππαζόμενοι ἐφ᾽ ἵππων
23:7 καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπ᾽ αὐτούς ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες καὶ ἐπὶ πάντας οὓς ἐπέθετο ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτῆς ἐμιαίνετο
23:8 καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν ὅτι μετ᾽ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ᾽ αὐτήν
23:9 διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς εἰς χεῖρας υἱῶν Ἀσσυρίων ἐφ᾽ οὓς ἐπετίθετο
23:10 αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν καὶ ἐγένετο λάλημα εἰς γυναῖκας καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας
23:11 καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Οολιβα καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς
23:12 ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα ἱππεῖς ἱππαζομένους ἐφ᾽ ἵππων νεανίσκοι ἐπίλεκτοι πάντες
23:13 καὶ εἶδον ὅτι μεμίανται ὁδὸς μία τῶν δύο
23:14 καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου εἰκόνας Χαλδαίων ἐζωγραφημένους ἐν γραφίδι
23:15 ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν ὄψις τρισσὴ πάντων ὁμοίωμα υἱῶν Χαλδαίων γῆς πατρίδος αὐτῶν
23:16 καὶ ἐπέθετο ἐπ᾽ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων
23:17 καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς καὶ ἐμιάνθη ἐν αὐτοῖς καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ᾽ αὐτῶν
23:18 καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν τὴν αἰσχύνην αὐτῆς καὶ ἀπέστη ἡ ψυχή μου ἀπ᾽ αὐτῆς ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς
23:19 καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέρας νεότητός σου ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ
23:20 καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους ὧν ἦσαν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν
23:21 καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου οὗ οἱ μαστοὶ νεότητός σου
23:22 διὰ τοῦτο Οολιβα τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ ἀφ᾽ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ᾽ αὐτῶν καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν
23:23 υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους Φακουδ καὶ Σουε καὶ Κουε καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ᾽ αὐτῶν νεανίσκους ἐπιλέκτους ἡγεμόνας καὶ στρατηγοὺς πάντας τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ᾽ ἵππων
23:24 καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ ἅρματα καὶ τροχοὶ μετ᾽ ὄχλου λαῶν θυρεοὶ καὶ πέλται καὶ βαλοῦσιν φυλακὴν ἐπὶ σὲ κύκλῳ καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα καὶ ἐκδικήσουσίν σε ἐν τοῖς κρίμασιν αὐτῶν
23:25 καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί καὶ ποιήσουσιν μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσιν καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται
23:26 καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου
23:27 καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπ᾽ αὐτοὺς καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι
23:28 διότι τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς ἀφ᾽ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ᾽ αὐτῶν
23:29 καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου καὶ ἡ πορνεία σου
23:30 ἐποίησεν ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν
23:31 ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου
23:32 τάδε λέγει κύριος τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι τὸ βαθὺ καὶ τὸ πλατὺ τὸ πλεονάζον τοῦ συντελέσαι
23:33 μέθην καὶ ἐκλύσεως πλησθήσῃ καὶ τὸ ποτήριον ἀφανισμοῦ ποτήριον ἀδελφῆς σου Σαμαρείας
23:34 καὶ πίεσαι αὐτό καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτῆς ἀποστρέψω διότι ἐγὼ λελάληκα λέγει κύριος
23:35 διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ᾽ ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου
23:36 καὶ εἶπεν κύριος πρός με υἱὲ ἀνθρώπου οὐ κρινεῖς τὴν Οολαν καὶ τὴν Οολιβαν καὶ ἀπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν
23:37 ὅτι ἐμοιχῶντο καὶ αἷμα ἐν χερσὶν αὐτῶν τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο καὶ τὰ τέκνα αὐτῶν ἃ ἐγέννησάν μοι διήγαγον αὐτοῖς δι᾽ ἐμπύρων
23:38 ἕως καὶ ταῦτα ἐποίησάν μοι τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν
23:39 καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου
23:40 καὶ ὅτι τοῖς ἀνδράσιν τοῖς ἐρχομένοις μακρόθεν οἷς ἀγγέλους ἐξαπεστέλλοσαν πρὸς αὐτούς καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ
23:41 καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς καὶ τὸ θυμίαμά μου καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς
23:42 καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν
23:43 καὶ εἶπα οὐκ ἐν τούτοις μοιχεύουσιν καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν
23:44 καὶ εἰσεπορεύοντο πρὸς αὐτήν ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην οὕτως εἰσεπορεύοντο πρὸς Οολαν καὶ πρὸς Οολιβαν τοῦ ποιῆσαι ἀνομίαν
23:45 καὶ ἄνδρες δίκαιοι αὐτοὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος ὅτι μοιχαλίδες εἰσίν καὶ αἷμα ἐν χερσὶν αὐτῶν
23:46 τάδε λέγει κύριος κύριος ἀνάγαγε ἐπ᾽ αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν
23:47 καὶ λιθοβόλησον ἐπ᾽ αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσιν
23:48 καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτῶν
23:49 καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ᾽ ὑμᾶς καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήμψεσθε καὶ γνώσεσθε διότι ἐγὼ κύριος


List of Articles
번호 분류 제목
369 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 32
368 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 33
367 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 34
366 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 35
365 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 36
364 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 37
363 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 38
362 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 39
361 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 40
360 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 41
359 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 42
358 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 43
357 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 44
356 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 45
355 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 46
354 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 47
353 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 48
352 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 49
351 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 50
350 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 51
349 Jeremiah Greek LXX(Rahlps), Jeremiah, Chapter 52
348 Baruch Greek LXX(Rahlps), Baruch, Chapter 01
347 Baruch Greek LXX(Rahlps), Baruch, Chapter 02
346 Baruch Greek LXX(Rahlps), Baruch, Chapter 03
345 Baruch Greek LXX(Rahlps), Baruch, Chapter 04
344 Baruch Greek LXX(Rahlps), Baruch, Chapter 05
343 Lamentations Greek LXX(Rahlps), Lamentations, Chapter 01
342 Lamentations Greek LXX(Rahlps), Lamentations, Chapter 02
341 Lamentations Greek LXX(Rahlps), Lamentations, Chapter 03
340 Lamentations Greek LXX(Rahlps), Lamentations, Chapter 04
339 Lamentations Greek LXX(Rahlps), Lamentations, Chapter 05
338 Epistle Of Jeremiah Greek LXX(Rahlps), Epistle of Jeremiah, Chapter 01
337 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 01
336 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 02
335 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 03
334 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 04
333 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 05
332 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 06
331 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 07
330 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 08
329 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 09
328 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 10
327 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 11
326 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 12
325 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 13
324 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 14
323 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 15
322 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 16
321 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 17
320 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 18
319 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 19
318 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 20
317 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 21
316 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 22
» Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 23
314 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 24
313 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 25
312 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 26
311 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 27
310 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 28
309 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 29
308 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 30
307 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 31
306 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 32
305 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 33
304 Ezekiel Greek LXX(Rahlps), Ezekiel, Chapter 34
목록
Board Pagination Prev 1 ... 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next
/ 22

All the bible versions, Commentaries and Dictionaries here have their own right.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소