8:1 εἰς κόλπον αὐτῶν ὡς γῆ ὡς ἀετὸς ἐπ᾽ οἶκον κυρίου ἀνθ᾽ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν
8:2 ἐμὲ κεκράξονται ὁ θεός ἐγνώκαμέν σε
8:3 ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαθά ἐχθρὸν κατεδίωξαν
8:4 ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι᾽ ἐμοῦ ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα ὅπως ἐξολεθρευθῶσιν
8:5 ἀπότριψαι τὸν μόσχον σου Σαμάρεια παρωξύνθη ὁ θυμός μου ἐπ᾽ αὐτούς ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι
8:6 ἐν τῷ Ισραηλ καὶ αὐτὸ τέκτων ἐποίησεν καὶ οὐ θεός ἐστιν διότι πλανῶν ἦν ὁ μόσχος σου Σαμάρεια
8:7 ὅτι ἀνεμόφθορα ἔσπειραν καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον ἐὰν δὲ καὶ ποιήσῃ ἀλλότριοι καταφάγονται αὐτό
8:8 κατεπόθη Ισραηλ νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον
8:9 ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους ἀνέθαλεν καθ᾽ ἑαυτὸν Εφραιμ δῶρα ἠγάπησαν
8:10 διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν νῦν εἰσδέξομαι αὐτούς καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας
8:11 ὅτι ἐπλήθυνεν Εφραιμ θυσιαστήρια εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα
8:12 καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα
8:13 διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα κύριος οὐ προσδέξεται αὐτά νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται
8:14 καὶ ἐπελάθετο Ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη καὶ Ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν
번호 | 분류 | 제목 |
---|---|---|
14 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 01 |
13 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 02 |
12 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 03 |
11 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 04 |
10 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 05 |
9 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 06 |
8 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 07 |
» | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 08 |
6 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 09 |
5 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 10 |
4 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 11 |
3 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 12 |
2 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 13 |
1 | Hosea | Greek LXX(Rahlps), Hosea, Chapter 14 |